ΠΡΟΣ ΤΙΤΟΝ 3
3
Be Ready for Every Good Work
1Ὑπομίμνῃσκε αὐτοὺς ἀρχαῖς #3:1 και ¦ --- CTκαὶ ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι, 2μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους #3:2 πραοτητα ¦ πραυτητα CTπρᾳότητα πρὸς πάντας ἀνθρώπους. 3Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, #3:3 μισουντες ¦ μεισουντες THμισοῦντες ἀλλήλους. 4Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν Θεοῦ, 5οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ #3:5 ων ¦ α CTὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ #3:5 τον αυτου ελεον ¦ το αυτου ελεος CTτὸν αὐτοῦ ἔλεον ἔσωσεν ἡμᾶς, διὰ λουτροῦ #3:5 παλιγγενεσιας ¦ παλινγενεσιας TH WHπαλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος Ἁγίου, 6οὗ ἐξέχεεν ἐφ᾽ ἡμᾶς πλουσίως, διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν, 7ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι, κληρονόμοι #3:7 γενωμεθα ¦ γενηθωμεν CTγενώμεθα κατ᾽ ἐλπίδα ζωῆς αἰωνίου. 8Πιστὸς ὁ λόγος, καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες #3:8 θεω ¦ τω θεω ANT PCK TRΘεῷ. Ταῦτά ἐστι #3:8 τα ¦ --- CTτὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· 9μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ #3:9 ερεις ¦ ερις PCK ¦ εριν WHἔρεις καὶ μάχας νομικὰς περιΐστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. 10Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, 11εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει, ὢν αὐτοκατάκριτος.
Final Instructions and Greetings
12Ὅταν πέμψω Ἀρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. 13Ζηνᾶν τὸν νομικὸν καὶ #3:13 απολλω ¦ απολλων CTἈπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. 14Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι.
15Ἀσπάζονταί σε οἱ μετ᾽ ἐμοῦ πάντες. Ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει.
Ἡ χάρις μετὰ πάντων ὑμῶν.
# 3:15 αμην ¦ --- CT Ἀμήν.#3:15 The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Τίτον τῆς Κρητῶν ἐκκλησίας πρῶτον ἐπίσκοπον χειροτονηθέντα ἐγράφη ἀπὸ Νικοπόλεως τῆς Μακεδονίας.
Currently Selected:
ΠΡΟΣ ΤΙΤΟΝ 3: TCGNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Public Domain