YouVersion Logo
Search Icon

ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1

1
Greeting
1Παῦλος δέσμιος #1:1 χριστου ιησου 𝔐196 [45.2%] ¦ ιησου χριστου 𝔐142 PCK [54.5%]Χριστοῦ Ἰησοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν, 2καὶ Ἀπφίᾳ τῇ #1:2 αγαπητη 93.4% ¦ αδελφη CT 5.4%ἀγαπητῇ, καὶ Ἀρχίππῳ τῷ #1:2 συστρατιωτη [90.8%] ¦ συνστρατιωτη TH WH [4%]συστρατιώτῃ ἡμῶν, καὶ τῇ κατ᾽ οἶκόν σου ἐκκλησίᾳ· 3χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
Philemon's Love and Faith
4Εὐχαριστῶ τῷ Θεῷ μου, πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, 5ἀκούων σου τὴν ἀγάπην, καὶ τὴν πίστιν ἣν ἔχεις #1:5 προς [97.3%] ¦ εις WH [1.6%]πρὸς τὸν Κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους, 6ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν #1:6 ημιν [64.4%] ¦ υμιν PCK TR [34.7%]ἡμῖν εἰς Χριστὸν #1:6 ιησουν [96.6%] ¦ --- CT [2.1%]Ἰησοῦν. 7#1:7 χαριν γαρ εχομεν πολλην 65.1% ¦ χαριν εχομεν πολλην MSS 11.1% ¦ χαραν γαρ εχομεν πολλην SCR 4.8% ¦ χαραν γαρ πολλην εσχον CT 4.1%Χάριν γὰρ ἔχομεν πολλὴν καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.
Paul's Appeal for Onesimus
8Διὸ πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον, 9διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος #1:9 ιησου χριστου [91.9%] ¦ χριστου ιησου CT [6.1%]Ἰησοῦ Χριστοῦ. 10Παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς #1:10 μου [97.3%] ¦ --- CT [2.5%]μου, Ὀνήσιμον, 11τόν ποτέ σοι ἄχρηστον, νυνὶ #1:11 δε [91.4%] ¦ δε και NA [7.5%]δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον, ὃν ἀνέπεμψα· 12#1:12 συ δε [93.1%] ¦ σοι CT [0.7%]σὺ δὲ αὐτόν, τοῦτ᾽ ἔστι τὰ ἐμὰ σπλάγχνα, #1:12 προσλαβου 91.6% ¦ --- CT 0.9%προσλαβοῦ· 13ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ #1:13 διακονη μοι [80%] ¦ μοι διακονη CT [12.7%]διακονῇ μοι ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου· 14χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ, ἀλλὰ κατὰ ἑκούσιον. 15Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς· 16οὐκέτι ὡς δοῦλον, #1:16 αλλ [96.1%] ¦ αλλα SBL WH [2.8%]ἀλλ᾽ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν Κυρίῳ.
17Εἰ οὖν #1:17 με [80.4%] ¦ εμε TR [16.1%]με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. 18Εἰ δέ τι ἠδίκησέ σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ #1:18 ελλογει [92.2%] ¦ ελλογα CT [2.1%]ἐλλόγει· 19ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις. 20Ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν Κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν #1:20 κυριω 74.4% ¦ χριστω CT 20.3%Κυρίῳ.
21Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ #1:21 ο [93.9%] ¦ α CT [4%]ὃ λέγω ποιήσεις. 22Ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν· ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν.
Final Greetings
23 # 1:23 ασπαζονται [72.8%] ¦ ασπαζεται ANT CT [25.5%] Ἀσπάζονταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ, 24Μάρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.
25Ἡ χάρις τοῦ Κυρίου #1:25 ημων [89.4%] ¦ --- NA SBL WH [6.7%]ἡμῶν Ἰησοῦ #1:25 χριστου [80%] ¦ --- PCK [15.9%]Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν.
# 1:25 αμην [91.2%] ¦ --- NA SBL WH [2.3%] Ἀμήν.#1:25 The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Φιλήμονα ἐγράφη ἀπὸ Ῥώμης διὰ Ὀνησίμου οἰκέτου.

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in