YouVersion Logo
Search Icon

ΠΡΟΣ ΤΙΤΟΝ 2

2
Teach Sound Doctrine
1Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ· 2πρεσβύτας #2:2 νηφαλεους 𝔐pt ¦ νηφαλαιους 𝔐pt ¦ νηφαλιους ANT CT PCK TRνηφαλέους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ· 3πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους, #2:3 μη ¦ μηδε SBL TH WHμὴ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους, 4ἵνα #2:4 σωφρονιζωσι ¦ σωφρονιζουσι THσωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους, 5σώφρονας, ἁγνάς, #2:5 οικουρους ¦ οικουργους CTοἰκουρούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται· 6τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν· 7περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ #2:7 αδιαφθοριαν σεμνοτητα αφθαρσιαν 68% ¦ αδιαφθοριαν σεμνοτητα MSS 9.6% ¦ αδιαφοριαν σεμνοτητα αφθαρσιαν MSS 6.2% ¦ αφθοριαν σεμνοτητα CT 3.1%ἀδιαφθορίαν, σεμνότητα, ἀφθαρσίαν, 8λόγον ὑγιῆ, ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ, μηδὲν ἔχων #2:8 περι ημων λεγειν ¦ λεγειν περι ημων CTπερὶ #2:8 ημων ¦ υμων TRἡμῶν λέγειν φαῦλον. 9Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, ἐν πᾶσιν εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας, 10μὴ νοσφιζομένους, ἀλλὰ #2:10 πιστιν πασαν ενδεικνυμενους 79.8% ¦ πασαν πιστιν ενδεικνυμενους CT 8.8% ¦ πιστιν πασαν επιδεικνυμενους MSS 5.5%πίστιν πᾶσαν ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν #2:10 του ¦ την του CTτοῦ σωτῆρος #2:10 ημων ¦ υμων STἡμῶν Θεοῦ κοσμῶσιν ἐν πᾶσιν.
11Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ #2:11 η ¦ --- CTἡ σωτήριος πᾶσιν ἀνθρώποις, 12παιδεύουσα ἡμᾶς ἵνα, ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, 13προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν #2:13 ιησου χριστου ¦ χριστου ιησου WHἸησοῦ Χριστοῦ, 14ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων. 15Ταῦτα λάλει, καὶ παρακάλει, καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς. Μηδείς σου περιφρονείτω.

Currently Selected:

ΠΡΟΣ ΤΙΤΟΝ 2: TCGNT

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in