Bible App logo
Search Icon

ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2

2
Imitating Christ's Humility
1Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ #2:1 τις ¦ τι PCK ¦ τινα TRτις σπλάγχνα καὶ #2:1 οικτιρμοι ¦ οικτειρμοι THοἰκτιρμοί, 2πληρώσατέ μου τὴν χαράν, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, #2:2 συμψυχοι ¦ συνψυχοι TH WHσύμψυχοι, τὸ ἓν φρονοῦντες· 3μηδὲν #2:3 κατα εριθειαν η ¦ κατ εριθειαν μηδε κατα NA SBL TH ¦ κατ εριθιαν μηδε κατα WHκατὰ ἐριθείαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν· 4μὴ τὰ ἑαυτῶν #2:4 εκαστος ¦ εκαστοι SBL WHἕκαστος #2:4 σκοπειτε ¦ σκοπουντες CTσκοπεῖτε, ἀλλὰ καὶ #2:4 τα 𝔐pt ¦ το 𝔐pt PCKτὰ ἑτέρων #2:4 εκαστος ¦ εκαστοι CTἕκαστος. 5Τοῦτο #2:5 γαρ φρονεισθω ¦ φρονειτε CTγὰρ φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ· 6ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα Θεῷ, 7#2:7 αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· 8καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. 9Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ #2:9 ονομα ¦ το ονομα CTὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· 10ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, 11καὶ πᾶσα γλῶσσα #2:11 εξομολογησηται 𝔐pt ¦ εξομολογησεται 𝔐ptἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ πατρός.
Shining as Lights in the World
12Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε· 13#2:13 ο ¦ --- CTὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.
14Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, 15ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ #2:15 αμωμητα εν μεσω ¦ αμωμα μεσον CTἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, 16λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν ἔδραμον, οὐδὲ εἰς κενὸν ἐκοπίασα. 17#2:17 αλλ ¦ αλλα NA27 SBL WHἈλλ᾽ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ #2:17 συγχαιρω ¦ συνχαιρω TH WHσυγχαίρω πᾶσιν ὑμῖν· 18τὸ #2:18 δ ¦ δε CTδ᾽ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ #2:18 συγχαιρετε ¦ συνχαιρετε TH WHσυγχαίρετέ μοι.
Timothy and Epaphroditus
19Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ, Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν. 20Οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει. 21Οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ #2:21 χριστου ιησου ¦ του χριστου ιησου TR ¦ ιησου χριστου NA SBL THΧριστοῦ Ἰησοῦ. 22Τὴν δὲ δοκιμὴν αὐτοῦ #2:22 γινωσκετε ¦ γεινωσκετε THγινώσκετε, ὅτι ὡς πατρὶ τέκνον, σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον. 23Τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι, ὡς ἂν #2:23 απιδω ¦ αφιδω CTἀπίδω τὰ περὶ ἐμέ, ἐξαυτῆς· 24πέποιθα δὲ ἐν Κυρίῳ, ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι.
25Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ #2:25 συστρατιωτην ¦ συνστρατιωτην TH WHσυστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον, καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς· 26ἐπειδὴ ἐπιποθῶν ἦν πάντας #2:26 υμας 𝔐pt ¦ υμας ιδειν 𝔐pt WHὑμᾶς, καὶ ἀδημονῶν, διότι ἠκούσατε ὅτι ἠσθένησε· 27καὶ γὰρ ἠσθένησε παραπλήσιον #2:27 θανατω ¦ θανατου ANT WHθανάτῳ, #2:27 αλλα 𝔐13 ¦ αλλ 𝔐18 ANT HF NA28 PCK TRἀλλὰ ὁ Θεὸς #2:27 αυτον ηλεησεν ¦ ηλεησεν αυτον CTαὐτὸν ἠλέησεν, οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ #2:27 λυπην ¦ λυπη TRλύπην σχῶ. 28Σπουδαιοτέρως οὖν ἔπεμψα αὐτόν, ἵνα, ἰδόντες αὐτὸν πάλιν, χαρῆτε, κἀγὼ ἀλυπότερος ὦ. 29Προσδέχεσθε οὖν αὐτὸν ἐν Κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε· 30ὅτι διὰ τὸ ἔργον #2:30 του χριστου ¦ χριστου NA SBL TH ¦ κυριου WHτοῦ Χριστοῦ μέχρι θανάτου ἤγγισε, #2:30 παραβουλευσαμενος ¦ παραβολευσαμενος CTπαραβουλευσάμενος τῇ ψυχῇ, ἵνα #2:30 αναπληρωση ¦ πληρωση PCKἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in