1
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:3-4
Text-Critical Greek New Testament
TCGNT
μηδὲν κατὰ ἐριθείαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν· μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστος.
Compare
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:3-4
2
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:5
Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ·
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:5
3
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:6-8
ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:6-8
4
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:13
ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:13
5
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:9-11
Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ πατρός.
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:9-11
6
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:14-15
Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:14-15
7
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:12
Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε·
Explore ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:12