Bible App logo
Search Icon

ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 1

1
Greeting
1Παῦλος καὶ Τιμόθεος, δοῦλοι #1:1 ιησου χριστου ¦ χριστου ιησου CTἸησοῦ Χριστοῦ, πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις, σὺν ἐπισκόποις καὶ διακόνοις· 2χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
Paul's Prayer for the Philippians
3Εὐχαριστῶ τῷ Θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν, 4πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος, 5ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον, ἀπὸ #1:5 πρωτης ¦ της πρωτης CTπρώτης ἡμέρας ἄχρι τοῦ νῦν· 6πεποιθὼς αὐτὸ τοῦτο, ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρις ἡμέρας #1:6 χριστου ιησου 𝔐pt ¦ ιησου χριστου 𝔐pt ANT PCK TR WHΧριστοῦ Ἰησοῦ· 7καθώς ἐστι δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου καὶ #1:7 εν ¦ --- TRἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου, #1:7 συγκοινωνους ¦ συνκοινωνους TH WHσυγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας. 8Μάρτυς γάρ μού #1:8 εστιν ¦ --- CTἐστιν ὁ Θεός, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις #1:8 ιησου χριστου ¦ χριστου ιησου CTἸησοῦ Χριστοῦ. 9Καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει, 10εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ, 11πεπληρωμένοι #1:11 καρπων δικαιοσυνης των 𝔐226 63.8% ¦ καρπον δικαιοσυνης τον 𝔐103 CT 26.5% ¦ καρπον δικαιοσυνης των MSS 5.8%καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ, εἰς δόξαν καὶ ἔπαινον Θεοῦ.
Paul's Imprisonment Advances the Gospel
12 # 1:12 γινωσκειν ¦ γεινωσκειν TH Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοί, ὅτι τὰ κατ᾽ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν· 13ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσι, 14καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ, πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τολμᾷν ἀφόβως τὸν #1:14 λογον 72.9% ¦ λογον του θεου WH 16.3%λόγον λαλεῖν.
15Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι᾽ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν· 16οἱ μὲν ἐξ #1:16–17 εριθειας τον χριστον καταγγελλουσιν ουχ αγνως οιομενοι … τοις δεσμοις μου οι δε εξ αγαπης ειδοτες οτι εις απολογιαν του ευαγγελιου κειμαι 85.1% ¦ αγαπης ειδοτες οτι εις απολογιαν του ευαγγελιου κειμαι οι δε εξ εριθειας (εριθιας WH 1%) τον χριστον καταγγελλουσιν ουχ αγνως οιομενοι … τοις δεσμοις μου NA SBL TH 8.4%ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλίψιν #1:16 επιφερειν 90.9% ¦ εγειρειν CT 4.3%ἐπιφέρειν τοῖς δεσμοῖς μου· 17οἱ δὲ ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι. 18Τί γάρ; #1:18 πλην ¦ πλην οτι CTΠλὴν παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται· καὶ ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσομαι. 19Οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως, καὶ ἐπιχορηγίας τοῦ πνεύματος Ἰησοῦ Χριστοῦ, 20κατὰ τὴν #1:20 αποκαραδοκιαν ¦ καραδοκιαν PCKἀποκαραδοκίαν καὶ ἐλπίδα μου, ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλ᾽ ἐν πάσῃ παρρησίᾳ, ὡς πάντοτε, καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου. 21Ἐμοὶ γὰρ τὸ ζῇν, Χριστός· καὶ τὸ ἀποθανεῖν, κέρδος. 22Εἰ δὲ τὸ ζῇν ἐν σαρκί, τοῦτό μοι καρπὸς ἔργου· καὶ τί αἱρήσομαι οὐ γνωρίζω. 23Συνέχομαι #1:23 δε ¦ γαρ TRδὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, #1:23 πολλω ¦ πολλω γαρ ANT CTπολλῷ μᾶλλον κρεῖσσον· 24τὸ δὲ ἐπιμένειν #1:24 εν ¦ --- TH WHἐν τῇ σαρκὶ ἀναγκαιότερον δι᾽ ὑμᾶς. 25Καὶ τοῦτο πεποιθὼς οἶδα ὅτι μενῶ, καὶ #1:25 συμπαραμενω ¦ παραμενω CTσυμπαραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως, 26ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοί, διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.
27Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς, εἴτε ἀπών, #1:27 ακουσω ¦ ακουω NA SBL WHἀκούσω τὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου, 28καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων· ἥτις #1:28 αυτοις μεν εστιν 82.2% ¦ εστιν αυτοις μεν MSS 9.2% ¦ εστιν αυτοις CT 6.8%αὐτοῖς μέν ἐστιν ἔνδειξις ἀπωλείας, #1:28 υμιν ¦ υμων CTὑμῖν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ Θεοῦ· 29ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν· 30τὸν αὐτὸν ἀγῶνα ἔχοντες οἷον #1:30 ειδετε ¦ ιδετε STεἴδετε ἐν ἐμοί, καὶ νῦν ἀκούετε ἐν ἐμοί.

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in