ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6
6
Children and Parents
1Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ· τοῦτο γάρ ἐστι δίκαιον. 2Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, 3ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. 4Καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, #6:4 αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου.
Slaves and Masters
5Οἱ δοῦλοι, ὑπακούετε τοῖς #6:5 κυριοις κατα σαρκα ¦ κατα σαρκα κυριοις CTκυρίοις κατὰ σάρκα, μετὰ φόβου καὶ τρόμου, ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν, ὡς τῷ Χριστῷ· 6μὴ κατ᾽ #6:6 οφθαλμοδουλειαν ¦ οφθαλμοδουλιαν ANT NA PCK SBL WHὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι, ἀλλ᾽ ὡς δοῦλοι #6:6 του ¦ --- CTτοῦ Χριστοῦ, ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ ἐκ ψυχῆς, 7μετ᾽ εὐνοίας δουλεύοντες #6:7 τω 𝔐21 ¦ ως τω 𝔐8 ANT CT HF RP SCRτῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις· 8εἰδότες ὅτι #6:8 ο εαν τι εκαστος 𝔐20 ¦ εαν τι εκαστος 𝔐7 HF ¦ εκαστος εαν τι NA WH ¦ εκαστος ο αν SBL ¦ εκαστος ο εαν THὃ ἐάν τι ἕκαστος ποιήσῃ ἀγαθόν, τοῦτο #6:8 κομιειται ¦ κομισεται CTκομιεῖται παρὰ #6:8 του ¦ --- CTτοῦ Κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος. 9Καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς, ἀνιέντες τὴν ἀπειλήν· εἰδότες ὅτι καὶ #6:9 υμων αυτων ¦ αυτων και υμων CTὑμῶν αὐτῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ #6:9 προσωποληψια ¦ προσωπολημψια CTπροσωποληψία οὐκ ἔστι παρ᾽ αὐτῷ.
The Full Armor of God
10 # 6:10 το λοιπον ¦ του λοιπου CT Τὸ λοιπόν, #6:10 αδελφοι μου 88.3% ¦ αδελφοι MSS 7.4% ¦ --- CT 3.4%ἀδελφοί μου, ἐνδυναμοῦσθε ἐν Κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. 11Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς #6:11 μεθοδειας ¦ μεθοδιας WHμεθοδείας τοῦ διαβόλου. 12Ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους #6:12 του αιωνος 96.9% ¦ --- CT 3%τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. 13Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι στῆναι. 14Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, 15καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης· 16#6:16 επι ¦ εν CTἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ #6:16 τα ¦ --- SBLτὰ πεπυρωμένα σβέσαι. 17Καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου #6:17 δεξασθαι ¦ δεξασθε ANT CT TRδέξασθαι, καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ· 18διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ #6:18 τουτο ¦ --- CTτοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων, 19καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι #6:19 δοθη ¦ δοθειη TRδοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου, 20ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παρρησιάσωμαι, ὡς δεῖ με λαλῆσαι.
Final Greetings
21Ἵνα δὲ #6:21 ειδητε και υμεις 80.8% ¦ και υμεις ειδητε TH 8.6%εἰδῆτε καὶ ὑμεῖς τὰ κατ᾽ ἐμέ, τί πράσσω, πάντα #6:21 υμιν γνωρισει ¦ γνωρισει υμιν CTὑμῖν γνωρίσει Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν Κυρίῳ· 22ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν.
23Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ Θεοῦ πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. 24Ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ.
# 6:24 αμην ¦ --- CT SCR Ἀμήν.#6:24 The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Ἐφεσίους ἐγράφη ἀπὸ Ῥώμης διὰ Τυχικοῦ.
Currently Selected:
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6: TCGNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Public Domain