YouVersion Logo
Search Icon

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 1

1
God Has Spoken Through His Son
1Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ᾽ #1:1 εσχατου ¦ εσχατων TRἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, 2ὃν ἔθηκε κληρονόμον πάντων, δι᾽ οὗ καὶ #1:2 τους αιωνας εποιησεν ¦ εποιησε τους αιωνας CTτοὺς αἰῶνας ἐποίησεν, 3ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως #1:3 αὐτοῦ δι᾽ ἑαυτοῦ 89.2% ¦ αὐτοῦ NA TH WH 5.1% ¦ δι᾽ αὑτοῦ SBL 0.3%αὐτοῦ, δι᾽ ἑαυτοῦ καθαρισμὸν #1:3 ποιησαμενος των αμαρτιων ημων ¦ των αμαρτιων ποιησαμενος CTποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, 4τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ᾽ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.
The Son Is Superior to Angels
5Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων,
Υἱός μου εἶ σύ,
ἐγὼ σήμερον γεγέννηκά σε;
Καὶ πάλιν,
Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα,
καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;
6Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει,
Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.
7Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει,
Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα,
καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα·
8πρὸς δὲ τὸν υἱόν,
Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ #1:8 αιωνος ¦ αιωνος και CTαἰῶνος·
# 1:8 ραβδος ευθυτητος η 97.8% ¦ η ραβδος της ευθυτητος CT 1.4% ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας #1:8 σου ¦ αυτου WHσου.
9Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν·
διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου,
ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
10Καί,
Σὺ κατ᾽ ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας,
καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·
11αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις·
καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται,
12καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις #1:12 αυτους 98.8% ¦ αυτους ως ιματιον NA SBL WH 1.2%αὐτούς,
καὶ ἀλλαγήσονται·
σὺ δὲ ὁ αὐτὸς εἶ,
καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.
13Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε,
Κάθου ἐκ δεξιῶν μου,
ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;
14Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in