YouVersion Logo
Search Icon

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 9

9
The Earthly Sanctuary
1Εἶχε μὲν οὖν #9:1 και ¦ --- SBLκαὶ ἡ #9:1 πρωτη 𝔐13 ¦ πρωτη σκηνη 𝔐16 ANT STπρώτη δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν. 2Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται ἅγια. 3Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη ἅγια ἁγίων, 4χρυσοῦν ἔχουσα θυμιατήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης· 5ὑπεράνω δὲ αὐτῆς #9:5 χερουβιμ ¦ χερουβιν NA SBL TH ¦ χερουβειν WHΧερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος.
6Τούτων δὲ οὕτω κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς, τὰς λατρείας ἐπιτελοῦντες· 7εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων· 8τοῦτο δηλοῦντος τοῦ Πνεύματος τοῦ Ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδόν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν· 9ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ᾽ #9:9 ον ¦ ην CTὃν δῶρά τε καὶ θυσίαι προσφέρονται, μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα, 10μόνον ἐπὶ βρώμασι καὶ πόμασι καὶ διαφόροις βαπτισμοῖς #9:10 και δικαιωμασι 93.2% ¦ δικαιωματα CT 4.2%καὶ δικαιώμασι σαρκός, μέχρι καιροῦ διορθώσεως ἐπικείμενα.
Redemption Through the Blood of Christ
11Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν #9:11 μελλοντων 97% ¦ γενομενων NA SBL WH 0.9%μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τοῦτ᾽ ἔστιν, οὐ ταύτης τῆς κτίσεως, 12οὐδὲ δι᾽ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν #9:12 ευραμενος ¦ ευρομενος PCKεὑράμενος. 13Εἰ γὰρ τὸ αἷμα #9:13 ταυρων και τραγων ¦ τραγων και ταυρων CTταύρων καὶ τράγων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους, ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, 14πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ πνεύματος #9:14 αιωνιου ¦ αγιου PCKαἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, καθαριεῖ τὴν συνείδησιν #9:14 υμων ¦ ημων NA SBL WHὑμῶν ἀπὸ νεκρῶν ἔργων, εἰς τὸ λατρεύειν Θεῷ ζῶντι;
15Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστίν, ὅπως, θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων, τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας. 16Ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου. 17Διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ #9:17 μηποτε ¦ μη τοτε WHμήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος. 18Ὅθεν #9:18 ουδ 𝔐pt ¦ ουδε 𝔐pt CT PCKοὐδ᾽ ἡ πρώτη χωρὶς αἵματος #9:18 εγκεκαινισται ¦ ενκεκαινισται TH WHἐγκεκαίνισται. 19Λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ #9:19 νομον ¦ τον νομον ANT CTνόμον ὑπὸ #9:19 μωυσεως ¦ μωυσεος PCKΜωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων #9:19 και τραγων 77.5% ¦ και των τραγων NA TH WH 5% ¦ --- SBL 16.4%καὶ τράγων, μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου, αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν #9:19 ερραντισε ¦ εραντισε SBL TH WHἐρράντισε, 20λέγων, Τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ Θεός. 21Καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως #9:21 ερραντισε ¦ εραντισε SBL TH WHἐρράντισε. 22Καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις.
23Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς, τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας. 24Οὐ γὰρ εἰς χειροποίητα #9:24 αγια εισηλθεν ¦ εισηλθεν αγια CTἅγια εἰσῆλθεν #9:24 ο ¦ --- CTὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ᾽ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν· 25οὐδ᾽ ἵνα πολλάκις προσφέρῃ ἑαυτόν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατ᾽ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ· 26ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου· #9:26 νυν ¦ νυνι CTνῦν δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν #9:26 αμαρτιας ¦ της αμαρτιας NA WHἁμαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται. 27Καὶ καθ᾽ ὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις· 28οὕτω #9:28 και ¦ --- TRκαὶ ὁ Χριστός, ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις, εἰς σωτηρίαν.

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in