ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10
10
Christ's Sacrifice Once for All
1Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατ᾽ ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκές, οὐδέποτε #10:1 δυνανται ¦ δυναται ANT NA PCK SBL TRδύνανται τοὺς προσερχομένους τελειῶσαι. 2Ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας, ἅπαξ #10:2 κεκαθαρμενους ¦ κεκαθαρισμενους CTκεκαθαρμένους; 3Ἀλλ᾽ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ᾽ ἐνιαυτόν· 4ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας.
5Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει,
Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας,
σῶμα δὲ κατηρτίσω μοι·
6ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας
οὐκ εὐδόκησας·
7τότε εἶπον, Ἰδού, ἥκω—
ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ—
τοῦ ποιῆσαι, ὁ Θεός, τὸ θέλημά σου.
8Ἀνώτερον λέγων ὅτι #10:8 θυσιαν και προσφοραν ¦ θυσιας και προσφορας CTΘυσίαν καὶ προσφορὰν καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας, οὐδὲ εὐδόκησας—αἵτινες κατὰ #10:8 τον ¦ --- CTτὸν νόμον προσφέρονται— 9τότε εἴρηκεν, Ἰδού, ἥκω τοῦ ποιῆσαι, #10:9 ο θεος το θελημα σου 71.2% ¦ το θελημα σου CT 14.6% ¦ το θελημα σου ο θεος MSS 5.1%ὁ Θεός, τὸ θέλημά σου. Ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ. 10Ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμέν, #10:10 οι ¦ --- ANT CT SCRοἱ διὰ τῆς προσφορᾶς τοῦ σώματος #10:10 ιησου ¦ του ιησου ANT TRἸησοῦ Χριστοῦ ἐφάπαξ.
11Καὶ πᾶς μὲν #10:11 ιερευς 𝔐pt ¦ αρχιερευς 𝔐ptἱερεὺς ἕστηκε καθ᾽ ἡμέραν λειτουργῶν, καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας· 12#10:12 αυτος ¦ ουτος CTαὐτὸς δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκές, ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, 13τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. 14Μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.
15Μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· μετὰ γὰρ τὸ #10:15 προειρηκεναι ¦ ειρηκεναι CTπροειρηκέναι,
16Αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς
μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος,
διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν,
καὶ ἐπὶ #10:16 των διανοιων 89.7% ¦ την διανοιαν CT 3.6%τῶν διανοιῶν αὐτῶν ἐπιγράψω αὐτούς·
17καὶ
τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ #10:17 μνησθω ¦ μνησθησομαι CTμνησθῶ ἔτι.
18Ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας.
A Call to Persevere in the Faith
19Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι #10:19 ιησου ¦ του ιησου ANTἸησοῦ, 20ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν, διὰ τοῦ καταπετάσματος, τοῦτ᾽ ἔστι, τῆς σαρκὸς αὐτοῦ, 21καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ, 22προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, #10:22 ερραντισμενοι ¦ ρεραντισμενοι CTἐρραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ #10:22 λελουμενοι ¦ λελουσμενοι NA SBL WHλελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ· 23κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ, πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος· 24καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων, 25μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισίν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν.
26Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, 27φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους. 28Ἀθετήσας τις νόμον #10:28 μωυσεως 𝔐pt ¦ μωσεως 𝔐pt TR ¦ μωυσεος PCKΜωϋσέως χωρὶς #10:28 οικτιρμων ¦ οικτειρμων THοἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνῄσκει· 29πόσῳ, δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος ἐν ᾧ ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας; 30Οἴδαμεν γὰρ τὸν εἰπόντα, Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, #10:30 λεγει κυριος 95.7% ¦ --- CT 4.2%λέγει Κύριος· καὶ πάλιν, #10:30 κυριος κρινει ¦ κρινει κυριος CTΚύριος κρινεῖ τὸν λαὸν αὐτοῦ. 31Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.
32Ἀναμιμνῄσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων· 33τοῦτο μέν, ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι· τοῦτο δέ, κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. 34Καὶ γὰρ τοῖς #10:34 δεσμοις μου 91% ¦ δεσμιοις CT 6.6%δεσμοῖς μου συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν #10:34 εαυτοις κρειττονα ¦ εν εαυτοις κρειττονα ANT TR ¦ εαυτους κρειττονα NA SBL ¦ εαυτους κρεισσονα TH WHἑαυτοῖς κρείττονα ὕπαρξιν #10:34 εν ουρανοις 93.6% ¦ --- CT 1.7%ἐν οὐρανοῖς καὶ μένουσαν. 35Μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει #10:35 μισθαποδοσιαν μεγαλην ¦ μεγαλην μισθαποδοσιαν CTμισθαποδοσίαν μεγάλην. 36Ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν.
37Ἔτι γὰρ μικρὸν ὅσον ὅσον,
Ὁ ἐρχόμενος ἥξει, καὶ οὐ #10:37 χρονιει ¦ χρονισει CTχρονιεῖ.
38Ὁ δὲ #10:38 δικαιος ¦ δικαιος μου CTδίκαιος ἐκ πίστεως ζήσεται·
καὶ ἐὰν ὑποστείληται,
οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.
39Ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.
Currently Selected:
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10: TCGNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Public Domain