ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 8
8
The High Priest of the New Covenant
1Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις· τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, 2τῶν ἁγίων λειτουργός, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, #8:2 και ¦ --- CTκαὶ οὐκ ἄνθρωπος· 3πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται· ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ #8:3 προσενεγκη ¦ προσενεγκοι PCKπροσενέγκῃ. 4Εἰ μὲν #8:4 γαρ ¦ ουν CTγὰρ ἦν ἐπὶ γῆς, οὐδ᾽ ἂν ἦν ἱερεύς, ὄντων #8:4 των ιερεων 90.9% ¦ --- CT 4.6%τῶν ἱερέων τῶν προσφερόντων κατὰ #8:4 τον ¦ --- CTτὸν νόμον τὰ δῶρα, 5οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται #8:5 μωυσης ¦ μωσης TRΜωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν, Ὅρα, γάρ φησι, #8:5 ποιησεις ¦ ποιησης TRποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. 6#8:6 νυνι ¦ νυν WHΝυνὶ δὲ διαφορωτέρας #8:6 τετευχε 𝔐23 ¦ τετυχε 𝔐0 HF NA RP SBL WHτέτευχε λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστι διαθήκης μεσίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται.
7Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος. 8Μεμφόμενος γὰρ #8:8 αυτοις ¦ αυτους NA SBL WHαὐτοῖς λέγει,
Ἰδού, ἡμέραι ἔρχονται, λέγει Κύριος,
καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ
καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν·
9οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν
ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου·
ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου,
κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος.
10Ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ
μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος,
διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν,
καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς·
καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν,
καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.
11Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν #8:11 πολιτην ¦ πλησιον PCK TRπολίτην αὐτοῦ,
καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων, Γνῶθι τὸν Κύριον·
ὅτι πάντες εἰδήσουσί με,
ἀπὸ μικροῦ #8:11 αυτων ¦ --- CTαὐτῶν ἕως μεγάλου αὐτῶν.
12Ὅτι #8:12 ιλεως ¦ ειλεως THἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν,
καὶ τῶν ἁμαρτιῶν αὐτῶν #8:12 και των ανομιων αυτων 90.6% ¦ --- CT 3.5%καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.
13Ἐν τῷ λέγειν, Καινήν, πεπαλαίωκε τὴν πρώτην. Τὸ δὲ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ.
Currently Selected:
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 8: TCGNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Public Domain