ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 13
13
Sacrifices Pleasing to God
1Ἡ φιλαδελφία μενέτω. 2Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. 3Μιμνῄσκεσθε τῶν δεσμίων, ὡς συνδεδεμένοι· τῶν κακουχουμένων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι. 4Τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος· πόρνους #13:4 δε ¦ γαρ CTδὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. 5Ἀφιλάργυρος ὁ τρόπος, ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν, Οὐ μή σε ἀνῶ, οὐδ᾽ οὐ μή σε #13:5 εγκαταλειπω ¦ εγκαταλιπω ANT NA PCK SBL TR WHἐγκαταλείπω. 6Ὥστε θαρροῦντας ἡμᾶς λέγειν,
Κύριος ἐμοὶ βοηθός,
# 13:6 και ¦ --- SBL WH καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος.
7Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ· ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν πίστιν. 8Ἰησοῦς Χριστὸς #13:8 χθες ¦ εχθες CTχθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας. 9Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ #13:9 παραφερεσθε ¦ περιφερεσθε TRπαραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ #13:9 περιπατησαντες ¦ περιπατουντες CTπεριπατήσαντες. 10Ἔχομεν θυσιαστήριον, ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες. 11Ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. 12Διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθε. 13Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες. 14Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. 15Δι᾽ αὐτοῦ #13:15 ουν ¦ --- WHοὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ Θεῷ, τοῦτ᾽ ἔστι, καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. 16Τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός.
17Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες· ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι, καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο.
18Προσεύχεσθε περὶ ἡμῶν· #13:18 πεποιθαμεν ¦ πειθομεθα CTπεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι. 19Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα #13:19 ταχιον ¦ ταχειον WHτάχιον ἀποκατασταθῶ ὑμῖν.
Benediction
20Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν Ἰησοῦν, 21καταρτίσαι ὑμᾶς ἐν παντὶ #13:21 εργω 95.9% ¦ --- CT 1.4%ἔργῳ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν #13:21 υμιν 𝔐pt ¦ ημιν 𝔐pt CTὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ, διὰ Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας #13:21 των αιωνων ¦ --- SBLτῶν αἰώνων. Ἀμήν.
22Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως· καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν. 23Γινώσκετε τὸν #13:23 αδελφον ¦ αδελφον ημων CTἀδελφὸν Τιμόθεον ἀπολελυμένον, μεθ᾽ οὗ, ἐὰν #13:23 ταχιον ¦ ταχειον WHτάχιον ἔρχηται, ὄψομαι ὑμᾶς.
24Ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν, καὶ πάντας τοὺς ἁγίους. Ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας.
25Ἡ χάρις μετὰ πάντων ὑμῶν.
# 13:25 αμην ¦ --- NA SBL WH Ἀμήν.#13:25 The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Ἑβραίους ἐγράφη ἀπὸ τῆς Ἰταλίας διὰ Τιμοθέου.
Currently Selected:
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 13: TCGNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Public Domain