YouVersion Logo
Search Icon

ΙΑΚΩΒΟΥ 1

1
Greeting
1Ἰάκωβος, Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος, ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ· χαίρειν.
The Testing of Your Faith Produces Endurance
2Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, 3γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν· 4ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι. 5Εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος Θεοῦ πᾶσιν ἁπλῶς καὶ #1:5 ουκ 69.9% ¦ μη CT TR 29.9%οὐκ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ. 6Αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος, ὁ γὰρ διακρινόμενος ἔοικε κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ. 7Μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος ὅτι #1:7 ληψεται ¦ λημψεται CTλήψεταί τι παρὰ τοῦ Κυρίου. 8Ἀνὴρ δίψυχος ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.
The Lowly Brother and the Rich Man
9Καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ, 10ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται. 11Ἀνέτειλε γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι καὶ ἐξήρανε τὸν χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε, καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο· οὕτω καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται.
Enduring Temptation
12Μακάριος ἀνὴρ ὃς #1:12 ὑπομένει 𝔐14 ¦ ὑπομενεῖ 𝔐5ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος #1:12 ληψεται ¦ λημψεται CTλήψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο #1:12 ο κυριος 89.1% ¦ --- CT 2%ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν. 13Μηδεὶς πειραζόμενος λεγέτω ὅτι Ἀπὸ #1:13 θεου ¦ του θεου TRΘεοῦ πειράζομαι· ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα. 14Ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος. 15Εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον. 16Μὴ πλανᾶσθε, ἀδελφοί μου ἀγαπητοί.
17Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων, παρ᾽ ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα. 18Βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας, εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων.
Hearing and Abiding by the Word
19 # 1:19 ωστε αδελφοι μου αγαπητοι εστω ¦ ιστε αδελφοι μου αγαπητοι εστω δε CT Ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἔστω πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδὺς εἰς ὀργήν· 20ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην Θεοῦ #1:20 ου κατεργαζεται 82.1% ¦ ουκ εργαζεται NA27 SBL TH WH 16.7%οὐ κατεργάζεται. 21Διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας, ἐν πρᾳΰτητι δέξασθε τὸν ἔμφυτον λόγον τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς #1:21 υμων 𝔐14 ¦ ημων 𝔐6ὑμῶν.
22Γίνεσθε δὲ ποιηταὶ λόγου καὶ μὴ #1:22 μονον ακροαται 93.8% ¦ ακροαται μονον ECM SBL WH 4.6%μόνον ἀκροαταί, παραλογιζόμενοι ἑαυτούς. 23Ὅτι εἴ τις ἀκροατὴς #1:23 λογου ¦ νομου PCKλόγου ἐστὶ καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ· 24κατενόησε γὰρ ἑαυτὸν καὶ ἀπελήλυθε, καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν. 25Ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας, #1:25 ουτος 87.1% ¦ ουτως MSS 6.8% ¦ --- CT 5.4%οὗτος οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος ἀλλὰ ποιητὴς ἔργου· οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται.
26Εἴ τις δοκεῖ #1:26 θρῆσκος 𝔐19 ¦ θρησκὸς 𝔐16 ECM HF NA SBL WHθρῆσκος #1:26 ειναι εν υμιν 80.1% ¦ ειναι CT 9.4% ¦ εν υμιν ειναι MSS 8.2%εἶναι ἐν ὑμῖν, μὴ χαλιναγωγῶν γλῶσσαν #1:26 αυτου ¦ εαυτου WHαὐτοῦ #1:26 αλλα ¦ αλλ ANT ECM NA28 PCK TRἀλλὰ ἀπατῶν καρδίαν #1:26 αυτου ¦ εαυτου WHαὐτοῦ, τούτου μάταιος ἡ θρησκεία. 27Θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ #1:27 θεω ¦ τω θεω ANT CT TRΘεῷ καὶ πατρὶ αὕτη ἐστίν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.

Currently Selected:

ΙΑΚΩΒΟΥ 1: TCGNT

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in