ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12
12
The Discipline of the Lord
1Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι᾽ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, 2ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὅς, ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς, ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ #12:2 κεκαθικεν ¦ εκαθισεν TRκεκάθικεν.
3Ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς #12:3 αυτον 90.7% ¦ εαυτον NA TH 2.8% ¦ εαυτους SBL WH 1.1%αὐτὸν ἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι. 4Οὔπω μέχρις αἵματος #12:4 αντικατεστητε 𝔐pt ¦ αντεκατεστητε 𝔐ptἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι· 5καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται,
Υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου,
μηδὲ ἐκλύου ὑπ᾽ αὐτοῦ ἐλεγχόμενος·
6ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει·
μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.
7 # 12:7 εις 𝔐15 ¦ ει 𝔐14 ANT PCK TR Εἰς παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός· τίς γάρ #12:7 εστιν ¦ --- CTἐστιν υἱὸς ὃν οὐ παιδεύει πατήρ; 8Εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι #12:8 εστε και ουχ υιοι ¦ και ουχ υιοι εστε CTἐστὲ καὶ οὐχ υἱοί. 9Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτάς, καὶ ἐνετρεπόμεθα· οὐ #12:9 πολλω ¦ πολυ δε NA ¦ πολυ SBL TH WHπολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων, καὶ ζήσομεν; 10Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον· ὁ δὲ ἐπὶ τὸ συμφέρον, εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ. 11Πᾶσα #12:11 δε ¦ μεν WHδὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι᾽ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης.
12Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε· 13καὶ τροχιὰς ὀρθὰς #12:13 ποιησατε ¦ ποιειτε CTποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.
14Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον· 15ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ· μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ #12:15 δια ταυτης 83.5% ¦ δι αυτης CT 15.7%διὰ ταύτης μιανθῶσι #12:15 πολλοι ¦ οι πολλοι WHπολλοί· 16μή τις πόρνος, ἢ βέβηλος, ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς #12:16 απεδοτο ¦ απεδετο CTἀπέδοτο τὰ πρωτοτόκια #12:16 αυτου ¦ εαυτου CTαὐτοῦ. 17Ἴστε γὰρ ὅτι καὶ μετέπειτα, θέλων κληρονομῆσαι τὴν εὐλογίαν, ἀπεδοκιμάσθη· μετανοίας γὰρ τόπον οὐχ εὗρε, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.
Mount Sinai and Mount Zion
18Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ #12:18 ορει 93% ¦ --- CT 2.1%ὄρει, καὶ κεκαυμένῳ πυρί, καὶ γνόφῳ, καὶ #12:18 σκοτω 93% ¦ ζοφω CT 4.8%σκότῳ, καὶ θυέλλῃ, 19καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο #12:19 μη ¦ --- WHμὴ προστεθῆναι αὐτοῖς λόγον· 20οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον, Κἂν θηρίον θίγῃ τοῦ ὄρους, #12:20 λιθοβοληθησεται ¦ λιθοβοληθησεται η βολιδι κατατοξευθησεται TRλιθοβοληθήσεται· 21καί, οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον, #12:21 μωυσης ¦ μωσης TRΜωϋσῆς εἶπεν, Ἔκφοβός εἰμι καὶ ἔντρομος. 22Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, 23πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων #12:23 εν ουρανοις απογεγραμμενων ¦ απογεγραμμενων εν ουρανοις CTἐν οὐρανοῖς ἀπογεγραμμένων, καὶ κριτῇ Θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων, 24καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ #12:24 κρειττον ¦ κρειττονα TRκρεῖττον λαλοῦντι παρὰ #12:24 τον 𝔐27 ¦ το 𝔐0 HF PCK SCRτὸν Ἄβελ.
25Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα. Εἰ γὰρ ἐκεῖνοι οὐκ #12:25 εφυγον ¦ εξεφυγον CTἔφυγον, #12:25 τον επι γης παραιτησαμενοι 86.3% ¦ επι γης παραιτησαμενοι τον CT 2.5% ¦ τον επι της γης παραιτησαμενοι ANT TR 0.7%τὸν ἐπὶ γῆς παραιτησάμενοι χρηματίζοντα, #12:25 πολλω ¦ πολυ CTπολλῷ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ᾽ #12:25 ουρανων ¦ ουρανου PCKοὐρανῶν ἀποστρεφόμενοι· 26οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε, νῦν δὲ ἐπήγγελται, λέγων, Ἔτι ἅπαξ ἐγὼ #12:26 σειω ¦ σεισω CTσείω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν. 27Τὸ δέ, Ἔτι ἅπαξ, δηλοῖ #12:27 των σαλευομενων την 93.6% ¦ την των σαλευομενων NA TH WH 3% ¦ των σαλευομενων SBL 1.4%τῶν σαλευομένων τὴν μετάθεσιν, ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. 28Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχωμεν χάριν, δι᾽ ἧς #12:28 λατρευομεν ¦ λατρευωμεν ANT NA SBL TR WHλατρεύομεν εὐαρέστως τῷ Θεῷ μετὰ #12:28 αιδους και ευλαβειας 89.7% ¦ ευλαβειας και δεους CT 1.8%αἰδοῦς καὶ εὐλαβείας· 29καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον.
Currently Selected:
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12: TCGNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Public Domain