YouVersion Logo
Search Icon

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11

11
The Meaning of Faith
1Ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων. 2Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι.
3Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων #11:3 τα βλεπομενα ¦ το βλεπομενον CTτὰ βλεπόμενα γεγονέναι.
4Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ, δι᾽ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ· καὶ δι᾽ αὐτῆς ἀποθανὼν ἔτι #11:4 λαλειται ¦ λαλει CT SCRλαλεῖται. 5Πίστει Ἐνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ #11:5 ευρισκετο ¦ ηυρισκετο CTεὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός· πρὸ γὰρ τῆς μεταθέσεως #11:5 αυτου ¦ --- CTαὐτοῦ μεμαρτύρηται #11:5 ευηρεστηκεναι ¦ ευαρεστηκεναι NA SBL WHεὐηρεστηκέναι τῷ Θεῷ· 6χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι· πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. 7Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ· δι᾽ ἧς κατέκρινε τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.
8Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς #11:8 τον ¦ --- CTτὸν τόπον ὃν #11:8 ημελλε 𝔐pt ¦ εμελλε 𝔐pt ANTἤμελλε λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθε μὴ ἐπιστάμενος ποῦ ἔρχεται. 9Πίστει παρῴκησεν εἰς #11:9 γην 𝔐pt ¦ την γην 𝔐pt ANT TRγῆν τῆς ἐπαγγελίας, ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακώβ, τῶν #11:9 συγκληρονομων ¦ συνκληρονομων TH WHσυγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· 10ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. 11Πίστει καὶ #11:11 αὐτὴ σάρρα ¦ αὐτὴ σάρρα στεῖρα NA ¦ αὐτῇ Σάρρᾳ SBLαὐτὴ Σάρρα δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβε, καὶ παρὰ καιρὸν ἡλικίας #11:11 ετεκεν ¦ --- CTἔτεκεν, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον. 12Διὸ καὶ ἀφ᾽ ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ #11:12 ως η ¦ ωσει TRὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος.
13Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ #11:13 λαβοντες 89.1% ¦ κομισαμενοι WH 7%λαβόντες τὰς ἐπαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες, καὶ #11:13 ασπασαμενοι ¦ πεισθεντες και ασπασαμενοι TRἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς. 14Οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσι. 15Καὶ εἰ μὲν ἐκείνης #11:15 εμνημονευον ¦ μνημονευουσιν SBLἐμνημόνευον ἀφ᾽ ἧς #11:15 εξηλθον 94.4% ¦ εξεβησαν CT 3%ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι. 16#11:16 νυν ¦ νυνι TRΝῦν δὲ κρείττονος ὀρέγονται, τοῦτ᾽ ἔστιν, ἐπουρανίου· διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεός, Θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασε γὰρ αὐτοῖς πόλιν.
17Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος, 18πρὸς ὃν ἐλαλήθη, ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα· 19λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο. 20#11:20 πιστει ¦ πιστει και CTΠίστει περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ. 21Πίστει Ἰακὼβ ἀποθνῄσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησε, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. 22Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσε, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο.
23Πίστει #11:23 μωυσης ¦ μωσης TRΜωϋσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον· καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως. 24Πίστει #11:24 μωυσης ¦ μωσης TRΜωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, 25μᾶλλον ἑλόμενος #11:25 συγκακουχεισθαι ¦ συνκακουχεισθαι TH WHσυγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν· 26μείζονα πλοῦτον ἡγησάμενος τῶν #11:26 αιγυπτου 𝔐pt ¦ εν αιγυπτω 𝔐pt TR ¦ εν αιγυπτου 𝔐ptΑἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν. 27Πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησε. 28Πίστει πεποίηκε τὸ Πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν.
29Πίστει διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν ὡς διὰ #11:29 ξηρας ¦ ξηρας γης CTξηρᾶς· ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν. 30Πίστει τὰ τείχη #11:30 ιεριχω ¦ ιερειχω WHἸεριχὼ #11:30 επεσε ¦ επεσαν CTἔπεσε, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας. 31Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους μετ᾽ εἰρήνης.
32Καὶ τί ἔτι λέγω; Ἐπιλείψει #11:32 γαρ με ¦ με γαρ CTγάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ #11:32 τε και σαμψων και ¦ σαμψων CTτε καὶ Σαμψὼν καὶ Ἰεφθάε, #11:32 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν· 33οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, #11:33 ειργασαντο ¦ ηργασαντο WHεἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, 34ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα #11:34 μαχαιρας ¦ μαχαιρης CTμαχαίρας, #11:34 ενεδυναμωθησαν ¦ εδυναμωθησαν CTἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων. 35Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· 36ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· 37ἐλιθάσθησαν, #11:37 επρισθησαν επειρασθησαν 86.7% ¦ επρισθησαν NA SBL 7.3% ¦ επειρασθησαν επρισθησαν WH 3.1%ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ #11:37 μαχαιρας ¦ μαχαιρης CTμαχαίρας ἀπέθανον· περιῆλθον ἐν μηλωταῖς, ἐν #11:37 αιγειοις ¦ αιγιοις WHαἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι— 38ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος—#11:38 εν ¦ επι CTἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.
39Καὶ #11:39 ουτοι ¦ --- SBLοὗτοι πάντες, μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, 40τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in