YouVersion Logo
Search Icon

ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5

5
Do Not Submit Again to a Yoke of Slavery
1Τῇ ἐλευθερίᾳ #5:1 ουν η χριστος ημας ηλευθερωσε στηκετε 65% ¦ ημας χριστος ηλευθερωσε στηκετε ουν CT 1%οὖν ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσε, στήκετε, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.
2Ἴδε, ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. 3Μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι. 4Κατηργήθητε ἀπὸ #5:4 του ¦ --- CTτοῦ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε· τῆς χάριτος #5:4 εξεπεσετε 𝔐16 ¦ εξεπεσατε 𝔐15 ANT CT RP TRἐξεπέσετε. 5Ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. 6Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι᾽ ἀγάπης ἐνεργουμένη.
7Ἐτρέχετε καλῶς· τίς ὑμᾶς #5:7 ενεκοψε ¦ ανεκοψε TRἐνέκοψε #5:7 τη ¦ --- WHτῇ ἀληθείᾳ μὴ πείθεσθαι; 8Ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. 9Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. 10Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις #5:10 αν ¦ εαν CTἂν ᾖ. 11Ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; Ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ. 12Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.
13Ὑμεῖς γὰρ ἐπ᾽ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις. 14Ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ #5:14 πληρουται ¦ πεπληρωται CTπληροῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς #5:14 εαυτον 𝔐16 ¦ σεαυτον 𝔐15 ANT CT HF PCKἑαυτόν. 15Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ #5:15 υπο ¦ υπ ANT CTὑπὸ ἀλλήλων ἀναλωθῆτε.
The Fruit of the Spirit and the Works of the Flesh
16Λέγω δέ, πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. 17Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα #5:17 δε ¦ γαρ CTδὲ #5:17 αντικειται αλληλοις ¦ αλληλοις αντικειται CTἀντίκειται ἀλλήλοις, ἵνα μὴ ἃ #5:17 αν ¦ εαν CTἂν θέλητε, ταῦτα ποιῆτε. 18Εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. 19Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι #5:19 μοιχεια ¦ --- CTμοιχεία, πορνεία, ἀκαθαρσία, ἀσέλγεια, 20#5:20 ειδωλολατρεια ¦ ειδωλολατρια ANT NA PCK SBL WHεἰδωλολατρεία, #5:20 φαρμακεια ¦ φαρμακια WHφαρμακεία, ἔχθραι, #5:20 ερεις 𝔐pt ¦ ερις 𝔐pt CT PCKἔρεις, #5:20 ζηλοι ¦ ζηλος CTζῆλοι, θυμοί, #5:20 εριθειαι ¦ εριθιαι WHἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, 21φθόνοι, #5:21 φονοι ¦ --- NA SBL WHφόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις· ἃ προλέγω ὑμῖν, καθὼς #5:21 και ¦ --- CTκαὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. 22Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, 23#5:23 πραοτης ¦ πραυτης CTπρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. 24Οἱ δὲ τοῦ #5:24 χριστου ¦ χριστου ιησου NA TH WHΧριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.
25Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. 26Μὴ #5:26 γινωμεθα ¦ γεινωμεθα THγινώμεθα κενόδοξοι, ἀλλήλους #5:26 προκαλουμενοι 𝔐pt ¦ προσκαλουμενοι 𝔐ptπροκαλούμενοι, #5:26 αλληλοις 𝔐pt ¦ αλληλους 𝔐ptἀλλήλοις φθονοῦντες.

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in