YouVersion Logo
Search Icon

ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6

6
Bear One Another's Burdens
1Ἀδελφοί, ἐὰν καὶ #6:1 προληφθη ¦ προλημφθη CTπροληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι #6:1 πραοτητος ¦ πραυτητος CTπρᾳότητος, σκοπῶν σεαυτὸν μὴ καὶ σὺ πειρασθῇς. 2Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως #6:2 αναπληρωσατε ¦ αναπληρωσετε NA SBL THἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. 3Εἰ γὰρ δοκεῖ τις εἶναί τι, μηδὲν ὤν, #6:3 εαυτον φρεναπατα ¦ φρεναπατα εαυτον CTἑαυτὸν φρεναπατᾷ· 4τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον. 5Ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.
6Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς. 7Μὴ πλανᾶσθε, Θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει. 8Ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ, ἐκ τῆς σαρκὸς θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. 9Τὸ δὲ καλὸν ποιοῦντες μὴ #6:9 εκκακωμεν ¦ εγκακωμεν NA SBL TH ¦ ενκακωμεν WHἐκκακῶμεν· καιρῷ γὰρ ἰδίῳ θερίσομεν, μὴ ἐκλυόμενοι. 10Ἄρα οὖν ὡς καιρὸν #6:10 εχομεν ¦ εχωμεν WHἔχομεν, #6:10 εργαζωμεθα 𝔐pt ¦ εργαζομεθα 𝔐ptἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.
Final Warning and Benediction
11Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. 12Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα #6:12 μη τω σταυρω του χριστου ¦ τω σταυρω του χριστου μη NA SBL TH ¦ τω σταυρω του χριστου ιησου μη WHμὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. 13Οὐδὲ γὰρ οἱ #6:13 περιτετμημενοι ¦ περιτεμνομενοι NA SBL TR WH ¦ περιτετμνημενοι THπεριτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. 14Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· δι᾽ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ #6:14 τω ¦ --- CTτῷ κόσμῳ. 15#6:15 εν γαρ χριστω ιησου ουτε 95.5% ¦ ουτε γαρ CT 2.7%Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι #6:15 ισχυει ¦ εστιν CTἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. 16Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ᾽ αὐτούς, καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ.
17Τοῦ λοιποῦ, κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ #6:17 κυριου ¦ --- CTΚυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.
18Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί.
Ἀμήν.#6:18 The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Γαλάτας ἐγράφη ἀπὸ Ῥώμης.

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in