YouVersion Logo
Search Icon

ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4

4
1Λέγω δέ, ἐφ᾽ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν· 2#4:2 αλλα ¦ αλλ NA28 PCKἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους, ἄχρι τῆς προθεσμίας τοῦ πατρός. 3Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου #4:3 ημεν ¦ ημεθα NA SBL WHἦμεν δεδουλωμένοι· 4ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, #4:4 γενομενον 𝔐pt ¦ γεννωμενον 𝔐ptγενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, 5ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. 6Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας #4:6 υμων ¦ ημων CTὑμῶν, κρᾶζον, Ἀββᾶ, ὁ πατήρ. 7Ὥστε οὐκέτι εἶ δοῦλος, #4:7 αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος #4:7 κληρονομος θεου δια χριστου 72.6% ¦ κληρονομος θεου δια ιησου χριστου MSS 14.8% ¦ κληρονομος κληρονομος μεν θεου συγκληρονομος δε χριστου MSS 6.1% ¦ κληρονομος δια θεου CT 1%Θεοῦ διὰ Χριστοῦ.
Paul's Concern for the Galatians
8Ἀλλὰ τότε μέν, οὐκ εἰδότες Θεόν, ἐδουλεύσατε τοῖς #4:8 μη φυσει ¦ φυσει μη CTμὴ φύσει οὖσι θεοῖς· 9νῦν δέ, γνόντες Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν #4:9 δουλευειν ¦ δουλευσαι WHδουλεύειν θέλετε; 10Ἡμέρας παρατηρεῖσθε, καὶ μῆνας, καὶ καιρούς, καὶ ἐνιαυτούς. 11Φοβοῦμαι ὑμᾶς, μήπως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς.
12 # 4:12 γινεσθε ¦ γεινεσθε TH Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοί, δέομαι ὑμῶν. Οὐδέν με ἠδικήσατε· 13οἴδατε δὲ ὅτι δι᾽ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον. 14Καὶ τὸν πειρασμόν #4:14 μου τον 83.7% ¦ τον MSS 11.4% ¦ υμων CT 1.1%μου τὸν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, #4:14 αλλ ¦ αλλα NA27 SBL WHἀλλ᾽ ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν. 15#4:15 τις ουν ην ¦ που ουν CTΤίς οὖν ἦν ὁ μακαρισμὸς ὑμῶν; Μαρτυρῶ γὰρ ὑμῖν ὅτι, εἰ δυνατόν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες #4:15 αν ¦ --- CTἂν ἐδώκατέ μοι. 16Ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν; 17Ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, #4:17 αλλα ¦ αλλ NA28ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε. 18Καλὸν δὲ #4:18 το ¦ --- CTτὸ ζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς. 19#4:19 τεκνια ¦ τεκνα NA SBLΤεκνία μου, οὓς πάλιν ὠδίνω, #4:19 αχρις ¦ μεχρις CTἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν, 20ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.
The Allegory of Hagar and Sarah
21Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε; 22Γέγραπται γάρ, ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν· ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. 23Ἀλλ᾽ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας #4:23 δια της ¦ δι CTδιὰ τῆς ἐπαγγελίας. 24Ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσι #4:24 δυο ¦ αι δυο TRδύο διαθῆκαι· μία μὲν ἀπὸ ὄρους #4:24 σινα ¦ σεινα THΣινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἅγαρ. 25Τὸ #4:25 γαρ 90% ¦ δε NA SBL WH 5.1%γὰρ Ἅγαρ #4:25 σινα ¦ σεινα THΣινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, #4:25 συστοιχει ¦ συνστοιχει WHσυστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ, δουλεύει #4:25 δε ¦ γαρ CTδὲ μετὰ τῶν τέκνων αὐτῆς. 26Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ #4:26 παντων ¦ --- CTπάντων ἡμῶν· 27γέγραπται γάρ,
Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα·
ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα·
ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου
μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.
28 # 4:28 ημεις … εσμεν ¦ υμεις … εστε NA SBL TH Ἡμεῖς δέ, ἀδελφοί, κατὰ Ἰσαάκ, ἐπαγγελίας τέκνα ἐσμέν. 29Ἀλλ᾽ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκε τὸν κατὰ πνεῦμα, οὕτω καὶ νῦν. 30Ἀλλὰ τί λέγει ἡ γραφή; Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς, οὐ #4:30 γαρ μη ¦ μη γαρ ANTγὰρ μὴ #4:30 κληρονομηση ¦ κληρονομησει ANT CTκληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. 31#4:31 αρα ¦ διο CTἌρα, ἀδελφοί, οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας.

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in