Bible App logo
Search Icon

ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5

5
1 # 5:1 γινεσθε ¦ γεινεσθε TH Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητά· 2καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν #5:2 ημας … ημων ¦ υμας … υμων WHἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.
3Πορνεία δὲ καὶ #5:3 πασα ακαθαρσια ¦ ακαθαρσια πασα CTπᾶσα ἀκαθαρσία ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις· 4καὶ αἰσχρότης, καὶ μωρολογία, ἢ εὐτραπελία, #5:4 τα ουκ ανηκοντα ¦ α ουκ ανηκεν CTτὰ οὐκ ἀνήκοντα· ἀλλὰ μᾶλλον εὐχαριστία. 5Τοῦτο γάρ #5:5 εστε ¦ ιστε CT PCKἐστε #5:5 γινωσκοντες ¦ γεινωσκοντες THγινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, #5:5 ος ¦ ο CTὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.
Walk as Children of Light
6Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς #5:6 απειθειας ¦ απειθιας WHἀπειθείας. 7Μὴ οὖν #5:7 γινεσθε ¦ γεινεσθε THγίνεσθε #5:7 συμμετοχοι ¦ συνμετοχοι TH WHσυμμέτοχοι αὐτῶν· 8ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε— 9ὁ γὰρ καρπὸς τοῦ #5:9 πνευματος 93.9% ¦ φωτος CT 5.4%πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ— 10δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ· 11καὶ μὴ #5:11 συγκοινωνειτε ¦ συνκοινωνειτε TH WHσυγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· 12τὰ γὰρ κρυφῇ #5:12 γινομενα ¦ γεινομενα THγινόμενα ὑπ᾽ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν. 13Τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι. 14Διὸ λέγει,
# 5:14 εγειρε ¦ εγειραι PCK TR Ἔγειρε ὁ καθεύδων
καὶ ἀνάστα ἐκ τῶν νεκρῶν,
καὶ ἐπιφαύσει σοι ὁ Χριστός.
15Βλέπετε οὖν #5:15 πως ακριβως ¦ ακριβως πως CTπῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ᾽ ὡς σοφοί, 16ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. 17Διὰ τοῦτο μὴ #5:17 γινεσθε ¦ γεινεσθε THγίνεσθε ἄφρονες, ἀλλὰ #5:17 συνιεντες ¦ συνιετε CTσυνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. 18Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι, 19λαλοῦντες ἑαυτοῖς #5:19 ψαλμοις ¦ εν ψαλμοις NAψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες #5:19 ψαλλοντες εν 85.7% ¦ εν MSS 8.1% ¦ ψαλλοντες CT 0.8%ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ, 20εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ πατρί, 21ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ #5:21 θεου 𝔐22 ¦ χριστου 𝔐7 ANT CT RPΘεοῦ.
Wives and Husbands
22Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν #5:22 υποτασσεσθε 84.7% ¦ υποτασσεσθωσαν TH 8.5% ¦ --- NA SBL WH 0.3%ὑποτάσσεσθε, ὡς τῷ Κυρίῳ. 23Ὅτι #5:23 ανηρ ¦ ο ανηρ ANT TRἀνήρ ἐστι κεφαλὴ τῆς γυναικός, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, #5:23 και αυτος εστι ¦ αυτος CTκαὶ αὐτός ἐστι σωτὴρ τοῦ σώματος. 24#5:24 αλλ ¦ αλλα NA27 SBL TH WHἈλλ᾽ #5:24 ωσπερ ¦ ως CTὥσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτω καὶ αἱ γυναῖκες τοῖς #5:24 ιδιοις ¦ --- CTἰδίοις ἀνδράσιν ἐν παντί.
25Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας #5:25 εαυτων ¦ --- CTἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς· 26ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, 27ἵνα παραστήσῃ #5:27 αυτην ¦ αυτος CTαὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾽ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. 28Οὕτως ὀφείλουσιν #5:28 οι ¦ και οι CTοἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. Ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα, ἑαυτὸν ἀγαπᾷ· 29οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα #5:29 εμισησεν ¦ εμεισησεν THἐμίσησεν, #5:29 αλλ ¦ αλλα NA27 PCK SBL TH WHἀλλ᾽ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ #5:29 κυριος ¦ χριστος CTΚύριος τὴν ἐκκλησίαν· 30ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, #5:30 εκ της σαρκος αυτου και εκ των οστεων αυτου 91.7% ¦ --- CT 2.5%ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ. 31Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα #5:31 αυτου ¦ --- CTαὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται #5:31 προς την γυναικα ¦ τη γυναικι SBLπρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. 32Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. 33Πλὴν καὶ ὑμεῖς οἱ καθ᾽ ἕνα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν· ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in