ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 4
4
1Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε Κύριον ἐν #4:1 ουρανοις ¦ ουρανω CTοὐρανοῖς.
Further Instructions
2Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ· 3προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ Θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, δι᾽ ὃ καὶ δέδεμαι· 4ἵνα φανερώσω αὐτό, ὡς δεῖ με λαλῆσαι.
5Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. 6Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.
Final Greetings
7Τὰ κατ᾽ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικός, ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ· 8ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα #4:8 γνω τα περι υμων 85% ¦ γνωτε τα περι ημων NA SBL WH 9%γνῷ τὰ περὶ ὑμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν· 9σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν. Πάντα ὑμῖν #4:9 γνωριουσι ¦ γνωρισουσι CTγνωριοῦσι τὰ ὧδε.
10Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μάρκος ὁ ἀνεψιὸς Βαρνάβᾳ, περὶ οὗ ἐλάβετε ἐντολάς—ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε αὐτόν· 11καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς· οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία. 12Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος #4:12 χριστου ¦ χριστου ιησου NA TH WHΧριστοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα #4:12 στητε ¦ σταθητε CTστῆτε τέλειοι καὶ #4:12 πεπληρωμενοι ¦ πεπληροφορημενοι CTπεπληρωμένοι ἐν παντὶ θελήματι τοῦ Θεοῦ. 13Μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει #4:13 ζηλον πολυν ¦ πολυν πονον CTζῆλον πολὺν ὑπὲρ ὑμῶν καὶ τῶν ἐν #4:13 λαοδικεια ¦ λαοδικια TH WHΛαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει. 14Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητός, καὶ Δημᾶς. 15Ἀσπάσασθε τοὺς ἐν #4:15 λαοδικεια ¦ λαοδικια TH WHΛαοδικείᾳ ἀδελφούς, καὶ #4:15 νυμφᾶν … αὐτοῦ ¦ νύμφαν … αὐτῆς NA SBL WH ¦ νύμφαν … αὐτῶν THΝυμφᾶν, καὶ τὴν κατ᾽ οἶκον αὐτοῦ ἐκκλησίαν. 16Καὶ ὅταν ἀναγνωσθῇ παρ᾽ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ #4:16 λαοδικεων 𝔐27 ¦ λαοδικαιων 𝔐3 RPΛαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ #4:16 λαοδικειας ¦ λαοδικιας TH WHΛαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. 17Καὶ εἴπατε Ἀρχίππῳ, Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς.
18Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Μνημονεύετέ μου τῶν δεσμῶν. Ἡ χάρις μεθ᾽ ὑμῶν.
# 4:18 αμην ¦ --- CT Ἀμήν.#4:18 The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Κολασσαῖς ἐγράφη ἀπὸ Ῥώμης διὰ Τυχικοῦ καὶ Ὀνησίμου.
Currently Selected:
ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 4: TCGNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Public Domain