ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α 1
1
Greeting
1Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος, τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ πατρί, καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη #1:1 απο θεου πατρος ημων και κυριου ιησου χριστου 84.7% ¦ --- CT 7.5%ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
The Thessalonians' Good Example
2Εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε περὶ πάντων ὑμῶν, μνείαν #1:2 υμων ¦ --- CTὑμῶν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν, 3ἀδιαλείπτως μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως, καὶ τοῦ κόπου τῆς ἀγάπης, καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν· 4εἰδότες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ #1:4 θεου ¦ του θεου NA WHΘεοῦ, τὴν ἐκλογὴν ὑμῶν· 5ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει, καὶ ἐν Πνεύματι Ἁγίῳ, καὶ #1:5 εν ¦ --- SBL WHἐν πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε οἷοι ἐγενήθημεν #1:5 εν ¦ --- WHἐν ὑμῖν δι᾽ ὑμᾶς. 6Καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ Κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς Πνεύματος Ἁγίου, 7ὥστε γενέσθαι ὑμᾶς #1:7 τυπους ¦ τυπον CTτύπους πᾶσι τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ #1:7 τη ¦ εν τη ANT CT ¦ --- PCKτῇ Ἀχαΐᾳ. 8Ἀφ᾽ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Κυρίου οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ #1:8 εν τη ¦ --- SBL TR WHἐν τῇ Ἀχαΐᾳ, #1:8 αλλα και ¦ αλλ CTἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν #1:8 ημας εχειν ¦ εχειν ημας CTἡμᾶς ἔχειν λαλεῖν τι. 9Αὐτοὶ γὰρ περὶ #1:9 ημων ¦ υμων PCKἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον #1:9 εσχομεν ¦ εχομεν STἔσχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων, δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, 10καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ #1:10 των ¦ --- TRτῶν νεκρῶν, Ἰησοῦν, τὸν ῥυόμενον ἡμᾶς #1:10 απο ¦ εκ CTἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης.
Currently Selected:
ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α 1: TCGNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Public Domain