Bible App logo
Search Icon

ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3

3
Put On the New Self
1Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος. 2Τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς. 3Ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν #3:3 τω 𝔐pt ¦ --- 𝔐ptτῷ Θεῷ. 4Ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ #3:4 ημων ¦ υμων NA SBL THἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.
5Νεκρώσατε οὖν τὰ μέλη #3:5 υμων ¦ --- CTὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν #3:5 ειδωλολατρεια ¦ ειδωλολατρια ANT NA PCK SBL WHεἰδωλολατρεία, 6δι᾽ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ #3:6 επι τους υιους της απειθειας ¦ --- WHἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· 7ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν #3:7 αυτοις ¦ τουτοις CTαὐτοῖς. 8Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· 9μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, 10καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν· 11ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος· ἀλλὰ #3:11 τα ¦ --- TH WHτὰ πάντα καὶ ἐν πᾶσι Χριστός.
12Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα #3:12 οικτιρμου 𝔐pt ¦ οικτιρμων 𝔐pt TR ¦ οικτειρμου THοἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, #3:12 πραοτητα ¦ πραυτητα CTπρᾳότητα, μακροθυμίαν· 13ἀνεχόμενοι ἀλλήλων, καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ #3:13 χριστος ¦ κυριος CTΧριστὸς ἐχαρίσατο ὑμῖν, οὕτω καὶ ὑμεῖς· 14ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, #3:14 ητις ¦ ο CTἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος. 15Καὶ ἡ εἰρήνη τοῦ #3:15 θεου 95.2% ¦ χριστου CT 4.8%Θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι #3:15 γινεσθε ¦ γεινεσθε THγίνεσθε. 16Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ· διδάσκοντες καὶ νουθετοῦντες ἑαυτούς, ψαλμοῖς, #3:16 και υμνοις και ¦ υμνοις CTκαὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, ἐν #3:16 χαριτι ¦ τη χαριτι NAχάριτι ᾄδοντες ἐν #3:16 τη καρδια ¦ ταις καρδιαις CTτῇ καρδίᾳ ὑμῶν τῷ #3:16 κυριω ¦ θεω CTΚυρίῳ. 17Καὶ πᾶν ὅ τι #3:17 αν ¦ εαν CTἂν ποιῆτε, ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι Κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ Θεῷ #3:17 και ¦ --- CTκαὶ πατρὶ δι᾽ αὐτοῦ.
Rules for Christian Households
18Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς #3:18 ιδιοις 𝔐pt ¦ --- 𝔐pt ANT CTἰδίοις ἀνδράσιν, ὡς ἀνῆκεν ἐν Κυρίῳ. 19Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς. 20Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο γάρ #3:20 εστιν ευαρεστον ¦ ευαρεστον εστιν CTἐστιν εὐάρεστον #3:20 εν ¦ τω ANT TRἐν Κυρίῳ. 21Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. 22Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν #3:22 οφθαλμοδουλειαις ¦ οφθαλμοδουλιαις ANT PCK SBL WH ¦ οφθαλμοδουλια NAὀφθαλμοδουλείαις ὡς ἀνθρωπάρεσκοι, ἀλλ᾽ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν #3:22 θεον ¦ κυριον CTΘεόν· 23#3:23 και παν ο τι εαν 59.6% ¦ και παν ο τι αν MSS 13.9% ¦ και παν ο εαν MSS 9.5% ¦ ο εαν CT 2.9%καὶ πᾶν ὅ τι ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις· 24εἰδότες ὅτι ἀπὸ Κυρίου #3:24 ληψεσθε ¦ αποληψεσθε ANT TR ¦ απολημψεσθε CTλήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷ #3:24 γαρ ¦ --- CTγὰρ Κυρίῳ Χριστῷ δουλεύετε. 25#3:25 δε ¦ γαρ CTδὲ ἀδικῶν #3:25 κομιειται ¦ κομισεται NA SBL WHκομιεῖται ὃ ἠδίκησε· καὶ οὐκ ἔστι #3:25 προσωποληψια ¦ προσωπολημψια CTπροσωποληψία.

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in