Bible App logo
Search Icon

ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 2

2
1Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω #2:1 περι ¦ υπερ CTπερὶ ὑμῶν καὶ τῶν ἐν #2:1 λαοδικεια ¦ λαοδικια TH WHΛαοδικείᾳ, καὶ ὅσοι οὐχ #2:1 εωρακασι ¦ εορακαν NA SBL WH ¦ εωρακαν THἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί, 2ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν, #2:2 συμβιβασθεντων ¦ συμβιβασθεντες NA SBL TH ¦ συνβιβασθεντες WHσυμβιβασθέντων ἐν ἀγάπῃ, καὶ εἰς #2:2 παντα πλουτον ¦ παν πλουτος CTπάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦ #2:2 και πατρος και του 77.8% ¦ και πατρος του MSS 12.8% ¦ πατρος του TH 0.6% ¦ --- NA SBL WH 0.3%καὶ πατρὸς καὶ τοῦ Χριστοῦ, 3ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ #2:3 της ¦ --- CTτῆς γνώσεως ἀπόκρυφοι. 4Τοῦτο #2:4 δε ¦ --- CTδὲ λέγω, ἵνα #2:4 μη τις ¦ μηδεις CTμή τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ. 5Εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν, καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.
Fullness of Life in Christ
6Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε, 7ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ, καὶ βεβαιούμενοι #2:7 εν ¦ --- NA SBL WHἐν τῇ πίστει, καθὼς ἐδιδάχθητε, περισσεύοντες #2:7 εν αυτη ¦ --- NA SBL THἐν αὐτῇ ἐν εὐχαριστίᾳ.
8Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου, καὶ οὐ κατὰ Χριστόν· 9ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, 10καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας· 11ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος #2:11 των αμαρτιων 92.3% ¦ --- CT 6.9%τῶν ἁμαρτιῶν τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, 12συνταφέντες αὐτῷ ἐν τῷ #2:12 βαπτισματι ¦ βαπτισμω NA SBLβαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ, τοῦ ἐγείραντος αὐτὸν ἐκ #2:12 των 𝔐pt ¦ --- 𝔐pt CTτῶν νεκρῶν. 13Καὶ ὑμᾶς, νεκροὺς ὄντας #2:13 εν 𝔐pt ¦ --- 𝔐pt PCK WHἐν τοῖς παραπτώμασι καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν, #2:13 συνεζωοποιησεν ¦ συνεζωποιησεν STσυνεζῳοποίησεν #2:13 υμας 𝔐pt ¦ ημας 𝔐pt ¦ --- TRὑμᾶς σὺν αὐτῷ, χαρισάμενος #2:13 ημιν ¦ υμιν SCRἡμῖν πάντα τὰ παραπτώματα, 14ἐξαλείψας τὸ καθ᾽ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἡμῖν· καὶ αὐτὸ #2:14 ηρκεν ¦ ηρεν ANTἦρκεν ἐκ τοῦ μέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ· 15ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ.
16Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει #2:16 η ¦ και NA WHἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς ἢ #2:16 νουμηνιας ¦ νεομηνιας NA WHνουμηνίας ἢ σαββάτων· 17ἅ ἐστι σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα #2:17 χριστου ¦ του χριστου CT TRΧριστοῦ. 18Μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ #2:18 μη εωρακεν 80.7% ¦ μη εορακεν MSS 11.9% ¦ εορακεν NA SBL WH 1% ¦ εωρακεν TH 0.8%μὴ ἑώρακεν ἐμβατεύων, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ, 19καὶ οὐ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα, διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ #2:19 συμβιβαζομενον ¦ συνβιβαζομενον TH WHσυμβιβαζόμενον, αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ.
20Εἰ #2:20 ουν 𝔐28 ¦ --- 𝔐3 CT HF RPοὖν ἀπεθάνετε σὺν #2:20 χριστω ¦ τω χριστω ANT TRΧριστῷ, ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε, 21Μὴ ἅψῃ, μηδὲ γεύσῃ, μηδὲ θίγῃς— 22ἅ ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει—κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων; 23Ἅτινά ἐστι λόγον μὲν ἔχοντα σοφίας ἐν #2:23 εθελοθρησκεια ¦ εθελοθρησκια ANT NA SBL WHἐθελοθρησκείᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινὶ πρὸς πλησμονὴν τῆς σαρκός.

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in