ΙΩΑΝΝΟΥ Γ 1
1
Greeting
1Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ.
2Ἀγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή. 3Ἐχάρην γὰρ λίαν, ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς. 4Μειζοτέραν τούτων οὐκ ἔχω #1:4 χαραν ¦ χαριν WHχαράν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν #1:4 αληθεια ¦ τη αληθεια NA27 SBL TH WHἀληθείᾳ περιπατοῦντα.
Gaius Commended
5Ἀγαπητέ, πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ #1:5 εις τους 89.8% ¦ τουτο CT 7.6%εἰς τοὺς ξένους, 6οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας· οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ Θεοῦ. 7Ὑπὲρ γὰρ τοῦ #1:7 ονοματος ¦ ονοματος αυτου SCRὀνόματος #1:7 εξηλθον ¦ εξηλθαν WHἐξῆλθον μηδὲν λαμβάνοντες ἀπὸ τῶν #1:7 εθνων 88% ¦ εθνικων ANT CT 12%ἐθνῶν. 8Ἡμεῖς οὖν ὀφείλομεν #1:8 απολαμβανειν 91.4% ¦ υπολαμβανειν CT 7.6%ἀπολαμβάνειν τοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ.
Diotrephes Denounced
9 # 1:9 εγραψα ¦ εγραψα τι CT Ἔγραψα τῇ ἐκκλησίᾳ· ἀλλ᾽ ὁ φιλοπρωτεύων αὐτῶν Διοτρεφὴς οὐκ ἐπιδέχεται ἡμᾶς. 10Διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς· καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις, οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφούς, καὶ τοὺς βουλομένους κωλύει, καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει.
Demetrius Commended
11Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακόν, ἀλλὰ τὸ ἀγαθόν. Ὁ ἀγαθοποιῶν ἐκ τοῦ Θεοῦ ἐστιν· #1:11 ο ¦ ο δε PCK TRὁ κακοποιῶν οὐχ ἑώρακε τὸν Θεόν. 12Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων, καὶ #1:12 υπ ¦ υπο CTὑπ᾽ αὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ #1:12 οιδατε 61.2% ¦ οιδαμεν PCK 23.2% ¦ οιδας CT 15%οἴδατε ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστι.
Final Greetings
13Πολλὰ εἶχον #1:13 γραφειν ¦ γραψαι σοι CTγράφειν, ἀλλ᾽ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι #1:13 γραψαι ¦ γραφειν CTγράψαι· 14ἐλπίζω δὲ εὐθέως #1:14 ιδειν σε 95% ¦ σε ιδειν CT 4.8%ἰδεῖν σε, καὶ στόμα πρὸς στόμα λαλήσομεν.
Εἰρήνη σοι. Ἀσπάζονταί σε οἱ φίλοι. Ἀσπάζου τοὺς φίλους κατ᾽ ὄνομα.
Currently Selected:
ΙΩΑΝΝΟΥ Γ 1: TCGNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Public Domain