Bible App logo
Search Icon

ΙΩΑΝΝΟΥ Β 1

1
Greeting
1Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν, 2διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ᾽ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα· 3ἔσται μεθ᾽ #1:3 ημων 𝔐14 ¦ υμων 𝔐6 ANT PCK SCRἡμῶν χάρις, ἔλεος, εἰρήνη #1:3 παρα ¦ αποπαρὰ Θεοῦ πατρός, καὶ παρὰ #1:3 κυριου 91.2% ¦ --- CT 6.2%Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.
Walking in Truth and Love
4Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός. 5Καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν #1:5 γραφων σοι καινην 72.1% ¦ γραφω σοι καινην ST 12.4% ¦ καινην γραφων σοι NA27 SBL TH 9.2%γράφων σοι καινήν, #1:5 αλλα 𝔐9 ¦ αλλ 𝔐11 ECM NA28 PCKἀλλὰ ἣν #1:5 ειχομεν ¦ εχομεν PCK ¦ ειχαμεν WHεἴχομεν ἀπ᾽ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους. 6Καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ. Αὕτη #1:6 εστιν η εντολη ¦ η εντολη εστι CTἐστὶν ἡ ἐντολή, καθὼς ἠκούσατε ἀπ᾽ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε. 7Ὅτι πολλοὶ πλάνοι #1:7 εισηλθον ¦ εξηλθον ECM NA SBL TH ¦ εξηλθαν WHεἰσῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί. Οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος. 8Βλέπετε ἑαυτούς, ἵνα μὴ #1:8 απολεσωμεν … απολαβωμεν 74.9% ¦ απολεσομεν … απολαβομεν MSS 5.1% ¦ απολεσητε … απολαβητε CT 17%ἀπολέσωμεν ἃ #1:8 ειργασαμεθα ¦ ειργασασθε TH ¦ ηργασαμεθα WHεἰργασάμεθα, ἀλλὰ μισθὸν πλήρη ἀπολάβωμεν. 9Πᾶς ὁ #1:9 παραβαινων 99% ¦ προαγων CT 1%παραβαίνων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ, Θεὸν οὐκ ἔχει· #1:9 ο ¦ ο δε PCKὁ μένων ἐν τῇ διδαχῇ #1:9 του χριστου 89.3% ¦ --- CT 4.5%τοῦ Χριστοῦ, οὗτος καὶ τὸν #1:9 πατερα και τον υιον ¦ υιον και τον πατερα ECMπατέρα καὶ τὸν υἱὸν ἔχει. 10Εἴ τις ἔρχεται πρὸς ὑμᾶς, καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ χαίρειν αὐτῷ μὴ λέγετε· 11#1:11 γαρ λεγων ¦ λεγων γαρ CTγὰρ λέγων αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.
Final Greetings
12Πολλὰ ἔχων ὑμῖν γράφειν, οὐκ #1:12 εβουληθην ¦ ηβουληθην ANT TRἐβουλήθην διὰ χάρτου καὶ μέλανος· #1:12 αλλα 𝔐12 ¦ αλλ 𝔐8 ECM NA28 PCKἀλλὰ ἐλπίζω #1:12 ελθειν 87.1% ¦ γενεσθαι CT 11.4%ἐλθεῖν πρὸς ὑμᾶς, καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ #1:12 ημων ¦ υμων ECM SBL WHἡμῶν #1:12 η πεπληρωμενη ¦ πεπληρωμενη η NA27 SBL WHᾖ πεπληρωμένη.
13Ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς.
# 1:13 αμην 89% ¦ --- CT 8.8% Ἀμήν.

Currently Selected:

ΙΩΑΝΝΟΥ Β 1: TCGNT

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for ΙΩΑΝΝΟΥ Β 1