ΙΟΥΔΑ 1
1
Greeting
1Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν Θεῷ πατρὶ #1:1 ηγιασμενοις [90.2%] ¦ ηγαπημενοις CT [8.9%]ἡγιασμένοις, καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις, κλητοῖς· 2ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη.
Judgment on False Teachers
3Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς #1:3 κοινης 83.7% ¦ κοινης ημων CT 11.1%κοινῆς σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν, παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει. 4#1:4 παρεισεδυσαν [98.2%] ¦ παρεισεδυησαν WH [0.4%]Παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ Θεοῦ ἡμῶν #1:4 χαριν [99.3%] ¦ χαριτα CT [0.7%]χάριν μετατιθέντες εἰς ἀσέλγειαν, καὶ τὸν μόνον δεσπότην #1:4 θεον 78.7% ¦ --- ANT CT 12.9%Θεὸν καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι.
5Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας #1:5 υμας απαξ τουτο οτι ο κυριος 69.4% ¦ απαξ τουτο οτι ο κυριος MSS 6.7% ¦ υμας τουτο απαξ οτι ο κυριος MSS 5.4% ¦ υμας απαξ παντα οτι ιησους ECM NA28 SBL 0.2% ¦ απαξ παντα οτι ιησους TH 0.2% ¦ υμας παντα οτι ο κυριος απαξ NA27 0% ¦ απαξ παντα οτι κυριος WH 0%ὑμᾶς ἅπαξ τοῦτο, ὅτι ὁ Κύριος, λαὸν ἐκ γῆς Αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν. 6Ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, #1:6 αλλα ¦ αλλ ECM NA28 PCKἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον, εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν. 7Ὡς Σόδομα καὶ Γόμορρα, καὶ αἱ περὶ αὐτὰς πόλεις, τὸν ὅμοιον #1:7 τουτοις τροπον [84.1%] ¦ τροπον τουτοις CT [8.4%]τούτοις τρόπον ἐκπορνεύσασαι, καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα, πυρὸς αἰωνίου δίκην ὑπέχουσαι.
8Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, δόξας δὲ βλασφημοῦσιν. 9Ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ #1:9 μωσεως 𝔐75 [60.1%] ¦ μωυσεως 𝔐59 CT RP [36.4%]Μωσέως σώματος, οὐκ ἐτόλμησε κρίσιν ἐπενεγκεῖν βλασφημίας, #1:9 αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ εἶπεν, Ἐπιτιμήσαι σοι Κύριος. 10Οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασι βλασφημοῦσιν· ὅσα δὲ φυσικῶς, ὡς τὰ ἄλογα ζῷα, ἐπίστανται, ἐν τούτοις φθείρονται. 11Οὐαὶ αὐτοῖς· ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κόρε ἀπώλοντο. 12Οὗτοί εἰσιν #1:12 εν [85.7%] ¦ οι εν CT [14.1%]ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, #1:12 συνευωχουμενοι [83.6%] ¦ συνευωχουμενοι υμιν SCR [16.4%]συνευωχούμενοι, ἀφόβως ἑαυτοὺς ποιμαίνοντες· νεφέλαι ἄνυδροι, ὑπὸ ἀνέμων #1:12 παραφερομεναι [87.4%] ¦ περιφερομεναι TR [4.7%]παραφερόμεναι· δένδρα φθινοπωρινά, ἄκαρπα, δὶς ἀποθανόντα, ἐκριζωθέντα· 13κύματα ἄγρια θαλάσσης, ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας· ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς #1:13 τον αιωνα 𝔐80 [37%] ¦ αιωνα 𝔐49 CT HF PCK RP [54.6%] ¦ αιωνας MSS [7.9%]τὸν αἰῶνα τετήρηται.
14 # 1:14 προεφητευσε [97.4%] ¦ επροφητευσε WH [0.4%] Προεφήτευσε δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἐνώχ, λέγων, Ἰδού, ἦλθε Κύριος ἐν #1:14 αγιαις μυριασιν [88.4%] ¦ μυριασιν αγιαις TR [5.1%]ἁγίαις μυριάσιν αὐτοῦ, 15ποιῆσαι κρίσιν κατὰ πάντων, καὶ #1:15 ελεγξαι [88%] ¦ εξελεγξαι TR [10.2%]ἐλέγξαι #1:15 παντας τους ασεβεις αυτων 79.5% ¦ παντας τους ασεβεις SBL TH WH 15.8% ¦ πασαν ψυχην ECM NA 0.6%πάντας τοὺς ἀσεβεῖς αὐτῶν περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν, καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ᾽ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς. 16Οὗτοί εἰσι γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας #1:16 αυτων 𝔐73 [48.3%] ¦ εαυτων 𝔐59 ECM NA PCK [47.2%]αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα #1:16 ωφελειας ¦ ωφελιας WHὠφελείας χάριν.
A Call to Persevere in the Faith
17Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν #1:17 ρηματων των προειρημενων [90.8%] ¦ προειρημενων ρηματων ECM† [7%]ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· 18ὅτι ἔλεγον ὑμῖν #1:18 οτι [98.5%] ¦ --- ECM† NA28 SBL WH [1.5%]ὅτι #1:18 εν εσχατω χρονω 77.8% ¦ επ εσχατων των χρονων MSS 5.4% ¦ επ εσχατου του χρονου NA27 5.3% ¦ επ εσχατου χρονου ECM NA28 SBL TH WH 1.4%ἐν ἐσχάτῳ χρόνῳ ἔσονται ἐμπαῖκται, κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν. 19Οὗτοί εἰσιν οἱ #1:19 αποδιοριζοντες [77.5%] ¦ αποδιοριζοντες εαυτους SCR [20.8%]ἀποδιορίζοντες, ψυχικοί, πνεῦμα μὴ ἔχοντες. 20Ὑμεῖς δέ, ἀγαπητοί, #1:20 τη αγιωτατη υμων πιστει εποικοδομουντες εαυτους [78%] ¦ εποικοδομουντες εαυτους τη αγιωτατη υμων πιστει CT [9.5%] ¦ τη αγιωτατη ημων πιστει εποικοδομουντες εαυτους MSS [6.2%]τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτούς, ἐν Πνεύματι Ἁγίῳ προσευχόμενοι, 21ἑαυτοὺς ἐν ἀγάπῃ Θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον. 22Καὶ οὓς μὲν #1:22 ελεειτε διακρινομενοι [88%] ¦ ελεγχετε διακρινομενους TH [6.9%] ¦ ελεατε διακρινομενους ECM NA SBL WH [2.1%]ἐλεεῖτε διακρινόμενοι· 23#1:23 ους δε εν φοβω σωζετε εκ πυρος αρπαζοντες 66.9% ¦ ους δε εν φοβω σωζετε εκ του πυρος αρπαζοντες ANT TR 8% ¦ ους δε σωζετε εκ πυρος αρπαζοντες ους δε ελεατε εν φοβω ECM NA SBL TH 5% ¦ σωζετε εκ πυρος αρπαζοντες ους δε ελεατε εν φοβω WH 0.2%οὓς δὲ ἐν φόβῳ σῴζετε, ἐκ πυρὸς ἁρπάζοντες, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.
Doxology
24Τῷ δὲ δυναμένῳ φυλάξαι #1:24 αυτους απταιστους 63% ¦ υμας απταιστους CT SCR 21.9% ¦ υμας απταιστους και ασπιλους MSS 7.4%αὐτοὺς ἀπταίστους, καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει, 25μόνῳ #1:25 σοφω θεω 82.3% ¦ θεω CT 7.4% ¦ σοφω MSS 5.5%σοφῷ Θεῷ σωτῆρι #1:25 ημων 77.9% ¦ ημων δια ιησου χριστου του κυριου ημων CT 21.1%ἡμῶν, δόξα #1:25 και [86.4%] ¦ --- CT [11.2%]καὶ μεγαλωσύνη, κράτος καὶ ἐξουσία, #1:25 και 78.4% ¦ προ παντος του αιωνος και CT 13.2% ¦ προ παντος αιωνος και MSS 8.2%καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας.
Ἀμήν.
Currently Selected:
ΙΟΥΔΑ 1: TCGNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Public Domain