ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β 3
3
Hard Times in the Last Days
1Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. 2Ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, 3ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, 4προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, 5ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι· καὶ τούτους ἀποτρέπου. 6Ἐκ τούτων γάρ εἰσιν οἱ #3:6 ενδυνοντες ¦ ενδυοντες PCKἐνδύνοντες εἰς τὰς οἰκίας, καὶ #3:6 αιχμαλωτευοντες 𝔐pt ¦ αιχμαλωτιζοντες 𝔐pt ANT CT PCKαἰχμαλωτεύοντες #3:6 γυναικαρια ¦ τα γυναικαρια TRγυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, 7πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα. 8Ὃν τρόπον δὲ Ἰαννῆς καὶ Ἰαμβρῆς ἀντέστησαν #3:8 μωυση 𝔐15 ¦ μωυσει 𝔐7 ANT CT HF TRΜωϋσῇ, οὕτω καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν. 9Ἀλλ᾽ οὐ προκόψουσιν ἐπὶ πλεῖον· ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο.
Continue in What You Have Learned
10Σὺ δὲ #3:10 παρηκολουθηκας ¦ παρηκολουθησας CTπαρηκολούθηκάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, 11τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι #3:11 εγενετο ¦ εγενοντο ANTἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα· καὶ ἐκ πάντων με #3:11 ερρυσατο ¦ ερυσατο WHἐρρύσατο ὁ Κύριος. 12Καὶ πάντες δὲ οἱ θέλοντες #3:12 ευσεβως ζην ¦ ζην ευσεβως SBL TH WHεὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται. 13Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. 14Σὺ δὲ μένε ἐν οἷς ἔμαθες #3:14 και ¦ και οις PCKκαὶ ἐπιστώθης, εἰδὼς παρὰ #3:14 τινος ¦ τινων CTτίνος ἔμαθες, 15καὶ ὅτι ἀπὸ βρέφους #3:15 τα ¦ --- SBL WHτὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ. 16Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς #3:16 ελεγχον ¦ ελεγμον CTἔλεγχον, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ· 17ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.
Currently Selected:
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β 3: TCGNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Public Domain