ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β 4
4
Preach the Word
1Διαμαρτύρομαι #4:1 ουν εγω 83.5% ¦ --- CT 9%οὖν ἐγὼ ἐνώπιον τοῦ Θεοῦ, καὶ #4:1 του κυριου ιησου χριστου ¦ χριστου ιησου CTτοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, #4:1 κατα ¦ και CTκατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ, 2κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως, ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. 3Ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς #4:3 επιθυμιας τας ιδιας 69.7% ¦ ιδιας επιθυμιας CT 30.2%ἐπιθυμίας τὰς ἰδίας ἑαυτοῖς ἐπισωρεύσουσι διδασκάλους, κνηθόμενοι τὴν ἀκοήν· 4καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. 5Σὺ δὲ νῆφε ἐν πᾶσι, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.
6Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς #4:6 εμης αναλυσεως ¦ αναλυσεως μου CTἐμῆς ἀναλύσεως ἐφέστηκε. 7Τὸν #4:7 αγωνα τον καλον ¦ καλον αγωνα CTἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· 8λοιπόν, ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής· οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.
Personal Instructions
9Σπούδασον ἐλθεῖν πρός με ταχέως· 10Δημᾶς γάρ με #4:10 εγκατελιπεν ¦ εγκατελειπεν TH WHἐγκατέλιπεν, ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην· #4:10 κρησκης ¦ κρισκης PCKΚρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν. 11Λουκᾶς ἐστι μόνος μετ᾽ ἐμοῦ. Μάρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν. 12Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. 13Τὸν #4:13 φαιλονην 𝔐18 ¦ φελονην 𝔐7 PCK RP SCR TH WHφαιλόνην ὃν #4:13 απελιπον ¦ απελειπον TH WHἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. 14Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· #4:14 αποδωη ¦ αποδωσει CTἀποδῴη αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ· 15ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ #4:15 ανθεστηκε ¦ αντεστη CTἀνθέστηκε τοῖς ἡμετέροις λόγοις.
16Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι #4:16 συμπαρεγενετο ¦ παρεγενετο CTσυμπαρεγένετο, ἀλλὰ πάντες με #4:16 εγκατελιπον ¦ εγκατελειπον TH WHἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη. 17Ὁ δὲ Κύριός μοι παρέστη, καὶ ἐνεδυνάμωσέ με, ἵνα δι᾽ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ, καὶ #4:17 ακουση ¦ ακουσωσι CTἀκούσῃ πάντα τὰ ἔθνη· καὶ #4:17 ερρυσθην ¦ ερυσθην TH WHἐρρύσθην ἐκ στόματος λέοντος. 18#4:18 και ¦ --- CTΚαὶ ῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Final Greetings
19Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν, καὶ τὸν Ὀνησιφόρου οἶκον. 20Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ· Τρόφιμον δὲ #4:20 απελιπον ¦ απελειπον WHἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. 21Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος, καὶ Πούδης, καὶ Λῖνος, καὶ Κλαυδία, καὶ οἱ ἀδελφοὶ πάντες.
22Ὁ Κύριος #4:22 ιησους χριστος ¦ --- CTἸησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου. Ἡ χάρις μεθ᾽ ὑμῶν.
# 4:22 αμην ¦ --- CT Ἀμήν.#4:22 The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Τιμόθεον δευτέρα τῆς Ἐφεσίων ἐκκλησίας πρῶτον ἐπίσκοπον χειροτονηθέντα ἐγράφη ἀπὸ Ῥώμης ὅτε ἐκ δευτέρου παρέστη Παῦλος τῷ Καίσαρι Νέρωνι.
Currently Selected:
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β 4: TCGNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Public Domain