ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β 2
2
A Good Soldier of Christ Jesus
1Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ. 2Καὶ ἃ ἤκουσας παρ᾽ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. 3#2:3 συ ουν κακοπαθησον 93.3% ¦ συγκακοπαθησον (συν- TH WH) NA SBL 3.9%Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης #2:3 ιησου χριστου ¦ χριστου ιησου CTἸησοῦ Χριστοῦ. 4Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου #2:4 πραγματειαις ¦ πραγματιαις WHπραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. 5Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ. 6Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. 7Νόει #2:7 α ¦ ο CTἃ λέγω· #2:7 δωη ¦ δωσει CTδῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι.
8Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος #2:8 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου· 9ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν, ὡς κακοῦργος· #2:9 αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. 10Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ, μετὰ δόξης αἰωνίου. 11Πιστὸς ὁ λόγος·
εἰ γὰρ συναπεθάνομεν,
καὶ #2:11 συζησομεν ¦ συνζησομεν TH WHσυζήσομεν·
12εἰ ὑπομένομεν,
καὶ #2:12 συμβασιλευσομεν ¦ συνβασιλευσομεν WHσυμβασιλεύσομεν·
εἰ #2:12 αρνουμεθα ¦ αρνησομεθα CTἀρνούμεθα,
κἀκεῖνος ἀρνήσεται ἡμᾶς·
13εἰ ἀπιστοῦμεν,
ἐκεῖνος πιστὸς μένει·
# 2:13 αρνησασθαι ¦ αρνησασθαι γαρ NA TH WH ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται.
A Faithful Workman of God
14Ταῦτα ὑπομίμνῃσκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ #2:14 κυριου ¦ θεου NA WHΚυρίου μὴ λογομαχεῖν #2:14 εις ¦ επ CTεἰς οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. 15Σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ Θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. 16Τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο· ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας, 17καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει· ὧν ἐστιν Ὑμέναιος καὶ Φιλητός· 18οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες #2:18 την ¦ --- SBL WHτὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσι τήν τινων πίστιν. 19Ὁ μέντοι στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην, Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ, καί, Ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα #2:19 κυριου ¦ χριστου TRΚυρίου.
20Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμήν, ἃ δὲ εἰς ἀτιμίαν. 21Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον, #2:21 και ¦ --- CTκαὶ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον.
22Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε· δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην, μετὰ τῶν ἐπικαλουμένων τὸν Κύριον ἐκ καθαρᾶς καρδίας. 23Τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσι μάχας. 24Δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, #2:24 αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον, 25ἐν #2:25 πραοτητι ¦ πραυτητι CTπρᾳότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους· μήποτε #2:25 δω ¦ δωη CTδῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, 26καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ᾽ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.
Currently Selected:
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β 2: TCGNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Public Domain