YouVersion Logo
Search Icon

ΠΕΤΡΟΥ Β 3

3
The Promise of the Lord's Coming
1Ταύτην ἤδη, ἀγαπητοί, δευτέραν ὑμῖν γράφω ἐπιστολήν, ἐν αἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ διάνοιαν 2μνησθῆναι τῶν προειρημένων ῥημάτων ὑπὸ τῶν ἁγίων προφητῶν καὶ τῆς τῶν ἀποστόλων #3:2 υμων ¦ ημων TRὑμῶν ἐντολῆς τοῦ Κυρίου καὶ σωτῆρος· 3τοῦτο πρῶτον γινώσκοντες, ὅτι ἐλεύσονται ἐπ᾽ #3:3 εσχατου ¦ εσχατων ANT ECM NA SBL TH WHἐσχάτου τῶν ἡμερῶν #3:3 εμπαικται ¦ εν εμπαιγμονη εμπαικται CTἐμπαῖκται, κατὰ τὰς ἰδίας #3:3 επιθυμιας αυτων ¦ αυτων επιθυμιας TRἐπιθυμίας αὐτῶν πορευόμενοι 4καὶ λέγοντες, Ποῦ ἐστὶν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ; Ἀφ᾽ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν, πάντα οὕτω διαμένει ἀπ᾽ ἀρχῆς κτίσεως. 5Λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας, ὅτι οὐρανοὶ ἦσαν ἔκπαλαι καὶ γῆ ἐξ ὕδατος καὶ δι᾽ ὕδατος #3:5 συνεστωσα ¦ συνεστωτα PCKσυνεστῶσα τῷ τοῦ Θεοῦ λόγῳ, 6δι᾽ #3:6 ων ¦ ον ECM NA28ὧν ὁ τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο· 7οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ #3:7 τω αυτου ¦ τω αυτω CT SCR ¦ αυτου STτῷ αὐτοῦ λόγῳ τεθησαυρισμένοι εἰσί, πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων.
8Ἓν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς, ἀγαπητοί, ὅτι μία ἡμέρα παρὰ Κυρίῳ ὡς χίλια ἔτη, καὶ χίλια ἔτη ὡς ἡμέρα μία. 9Οὐ βραδύνει #3:9 ο ¦ --- CTὁ Κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδυτῆτα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ εἰς #3:9 ημας ¦ υμας CTἡμᾶς, μὴ βουλόμενός τινας ἀπολέσθαι ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι. 10Ἥξει δὲ #3:10 η ¦ --- ECM NA SBL TH WHἡ ἡμέρα Κυρίου ὡς κλέπτης #3:10 εν νυκτι 87.9% ¦ --- CT 12.1%ἐν νυκτί, ἐν ᾗ #3:10 οι ¦ --- ANT PCKοἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα #3:10 λυθησονται ¦ λυθησεται CTλυθήσονται, καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα #3:10 κατακαησεται 89.6% ¦ ευρεθησεται NA27 SBL TH WH 3.1% ¦ ουχ ευρεθησεται ECM NA28 0%κατακαήσεται.
11Τούτων #3:11 ουν 86% ¦ ουτω ECM NA SBL WH 4.8%οὖν πάντων λυομένων, ποταποὺς δεῖ ὑπάρχειν ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις, 12προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ Θεοῦ ἡμέρας, δι᾽ ἣν οὐρανοὶ πυρούμενοι λυθήσονται, καὶ στοιχεῖα καυσούμενα τήκεται; 13Καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν, ἐν οἷς δικαιοσύνη κατοικεῖ.
14Διό, ἀγαπητοί, ταῦτα προσδοκῶντες, σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ. 15Καὶ τὴν τοῦ Κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε, καθὼς καὶ ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν #3:15 αυτω δοθεισαν ¦ δοθεισαν αυτω CTαὐτῷ δοθεῖσαν σοφίαν ἔγραψεν ὑμῖν· 16ὡς καὶ ἐν πάσαις #3:16 ταις 96.2% ¦ --- NA27 TH WH 2.8%ταῖς ἐπιστολαῖς, λαλῶν ἐν αὐταῖς περὶ τούτων· ἐν #3:16 οις ¦ αις CTοἷς #3:16 εστι ¦ εισι PCKἐστι δυσνόητά τινα, ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι #3:16 στρεβλουσιν ¦ στρεβλωσουσιν ECM NA28στρεβλοῦσιν, ὡς καὶ τὰς λοιπὰς γραφάς, πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν. 17Ὑμεῖς οὖν, ἀγαπητοί, προγινώσκοντες φυλάσσεσθε, ἵνα μή, τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες, ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ. 18#3:18 αυξανετε ¦ αυξανητε PCKΑὐξάνετε δὲ ἐν χάριτι καὶ γνώσει τοῦ Κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. Αὐτῷ ἡ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος.
# 3:18 αμην 96.8% ¦ --- ECM NA28 WH 2.6% Ἀμήν.

Currently Selected:

ΠΕΤΡΟΥ Β 3: TCGNT

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in