ΠΕΤΡΟΥ Β 2
2
False Prophets and Teachers
1Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν. 2Καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς #2:2 ασελγειαις ¦ απωλειαις TRἀσελγείαις, δι᾽ #2:2 ους ¦ ας PCKοὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται. 3Καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται· οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ #2:3 νυσταξει ¦ νυσταζει ECM† NA SBL TH TR WHνυστάξει.
4Εἰ γὰρ ὁ Θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ #2:4 σειραις ¦ σειροις TH WHσειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν #2:4 τηρουμενους ¦ τετηρημενους TRτηρουμένους· 5καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, #2:5 αλλα 𝔐19 ¦ αλλ 𝔐24 ECM HF NA28 PCK TRἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξε, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας· 6καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας #2:6 καταστροφη ¦ --- WHκαταστροφῇ κατέκρινεν, ὑπόδειγμα μελλόντων #2:6 ασεβειν ¦ ασεβεσιν NA27 SBL WHἀσεβεῖν τεθεικώς· 7καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς #2:7 ερρυσατο ¦ ερυσατο TH WHἐρρύσατο— 8βλέμματι γὰρ καὶ ἀκοῇ #2:8 ο ¦ --- WHὁ δίκαιος #2:8 εγκατοικων ¦ ενκατοικων TH WHἐγκατοικῶν ἐν αὐτοῖς ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν— 9οἶδε Κύριος εὐσεβεῖς ἐκ #2:9 πειρασμου ¦ πειρασμων PCK SCRπειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν, 10μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους καὶ κυριότητος καταφρονοῦντας.
Τολμηταί, αὐθάδεις, δόξας οὐ τρέμουσι βλασφημοῦντες, 11ὅπου ἄγγελοι ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες οὐ φέρουσι κατ᾽ αὐτῶν #2:11 παρα κυριω ¦ παρα κυριου NA27 ¦ --- ECM† SBLπαρὰ Κυρίῳ βλάσφημον κρίσιν. 12Οὗτοι δέ, ὡς ἄλογα ζῷα #2:12 φυσικα γεγενημενα ¦ γεγενημενα φυσικα PCK ¦ γεγεννημενα φυσικα CTφυσικὰ γεγενημένα εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσι βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν #2:12 καταφθαρησονται 𝔐20 ¦ και καταφθαρησονται 𝔐0 HF ¦ και φθαρησονται CT {Note: The reading of HF stems from an apparent error in Von Soden's apparatus.}καταφθαρήσονται, 13#2:13 κομιουμενοι 97.6% ¦ αδικουμενοι ECM NA SBL WH 2%κομιούμενοι μισθὸν ἀδικίας. Ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι, ἐντρυφῶντες ἐν ταῖς ἀπάταις αὐτῶν συνευωχούμενοι ὑμῖν. 14Ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ #2:14 ακαταπαυστους ¦ ακαταπαστους WHἀκαταπαύστους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην #2:14 πλεονεξιας ¦ πλεονεξιαις TRπλεονεξίας ἔχοντες, κατάρας τέκνα. 15#2:15 καταλιποντες ¦ καταλειποντες NA27 TH WHΚαταλιπόντες #2:15 ευθειαν ¦ την ευθειαν TRεὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ #2:15 βοσορ ¦ βεωρ WHΒοσόρ, ὃς μισθὸν ἀδικίας ἠγάπησεν, 16ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον ἐκώλυσε τὴν τοῦ προφήτου παραφρονίαν.
17Οὗτοί εἰσι πηγαὶ ἄνυδροι, #2:17 νεφελαι υπο … σκοτους εις αιωνα 58.9% ¦ νεφελαι υπο … σκοτους εις αιωνας PCK 22.8% ¦ και ομιχλαι υπο … σκοτους εις αιωνα MSS 5.8% ¦ και ομιχλαι υπο … σκοτους CT 1%νεφέλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται. 18Ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς #2:18 ασελγειαις ¦ ασελγειας PCK ¦ εν ασελγειαις SCRἀσελγείαις τοὺς #2:18 οντως ¦ ολιγως NA27 SBL WHὄντως #2:18 αποφυγοντας ¦ αποφευγοντας CTἀποφυγόντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους, 19ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ #2:19 και ¦ --- ECM NA TH WHκαὶ δεδούλωται. 20Εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ #2:20 κυριου και σωτηρος 74.1% ¦ κυριου ημων και σωτηρος NA27 14.7% ¦ κυριου και σωτηρος ημων MSS 7.7%Κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ, τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. 21Κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνοῦσιν #2:21 επιστρεψαι 82.5% ¦ υποστρεψαι CT 4.7%ἐπιστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. 22Συμβέβηκε #2:22 δε ¦ --- CTδὲ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καὶ ὗς λουσαμένη εἰς #2:22 κυλισμα ¦ κυλισμον ECM† NA SBL TH WHκύλισμα βορβόρου.
Currently Selected:
ΠΕΤΡΟΥ Β 2: TCGNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Public Domain