Bible App logo
Search Icon

ΙΩΑΝΝΟΥ Α 1

1
The Word of Life
1Ὃ ἦν ἀπ᾽ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς— 2καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν πατέρα καὶ ἐφανερώθη ἡμῖν— 3ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν ἀπαγγέλλομεν #1:3 υμιν ¦ και υμιν CTὑμῖν, ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ᾽ ἡμῶν· καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα μετὰ τοῦ πατρὸς καὶ μετὰ τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ. 4Καὶ ταῦτα γράφομεν #1:4 υμιν ¦ ημεις CTὑμῖν, ἵνα ἡ χαρὰ #1:4 ημων 𝔐15 ¦ υμων 𝔐6 ECM TRἡμῶν ᾖ πεπληρωμένη.
God Is Light
5Καὶ #1:5 εστιν αυτη ¦ αυτη εστιν ANT TRἔστιν αὕτη ἡ #1:5 αγγελια ¦ επαγγελια ANT STἀγγελία ἣν ἀκηκόαμεν ἀπ᾽ αὐτοῦ καὶ ἀναγγέλλομεν ὑμῖν, ὅτι ὁ Θεὸς φῶς ἐστι καὶ σκοτία #1:5 εν αυτω ουκ εστιν ¦ ουκ εστιν εν αυτω WHἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία. 6Ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ᾽ αὐτοῦ καὶ ἐν τῷ σκότει #1:6 περιπατωμεν ¦ περιπατουμεν PCKπεριπατῶμεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν· 7ἐὰν #1:7 δε ¦ --- ECM NA28δὲ ἐν τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτί, κοινωνίαν ἔχομεν μετ᾽ ἀλλήλων, καὶ τὸ αἷμα Ἰησοῦ #1:7 χριστου 92.5% ¦ --- CT 4.5%Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας. 8Ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν καὶ ἡ ἀλήθεια #1:8 ουκ εστιν εν ημιν ¦ εν ημιν ουκ εστιν ECMοὐκ ἔστιν ἐν ἡμῖν. 9Ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστι καὶ δίκαιος ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας. 10Ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν, ψεύστην ποιοῦμεν αὐτόν, καὶ ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν.

Currently Selected:

ΙΩΑΝΝΟΥ Α 1: TCGNT

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in