ΙΩΑΝΝΟΥ Α 5
5
Overcoming the World by Faith
1Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός, ἐκ τοῦ Θεοῦ γεγέννηται· καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ #5:1 και ¦ --- WHκαὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. 2Ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ Θεοῦ, ὅταν τὸν Θεὸν ἀγαπῶμεν, καὶ τὰς ἐντολὰς αὐτοῦ #5:2 τηρωμεν ¦ ποιωμεν CTτηρῶμεν. 3Αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν· καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν. 4Ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ νικᾷ τὸν κόσμον· καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις #5:4 υμων 𝔐106 43% ¦ ημων 𝔐33 ANT CT PCK RP TR 56.4%ὑμῶν. 5Τίς #5:5 εστιν ¦ δε εστιν ECM NA SBL TH ¦ εστι δε WHἐστιν ὁ νικῶν τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστὶν ὁ υἱὸς τοῦ Θεοῦ;
The Testimony of God About His Son
6Οὗτός ἐστιν ὁ ἐλθὼν δι᾽ ὕδατος καὶ αἵματος, Ἰησοῦς #5:6 χριστος ¦ ο χριστος TRΧριστός· οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλ᾽ ἐν τῷ ὕδατι καὶ #5:6 τω ¦ εν τω ECM† NA SBL WHτῷ αἵματι. Καὶ τὸ πνεῦμά ἐστι τὸ μαρτυροῦν, ὅτι τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια. 7Ὅτι τρεῖς εἰσιν οἱ #5:7–8 μαρτυρουντες 87.3% ¦ μαρτυρουντες εν τω ουρανω ο πατηρ ο λογος και το αγιον πνευμα και ουτοι οι τρεις εν εισι και τρεις εισιν οι μαρτυρουντες εν τη γη ANT TR 0.6%μαρτυροῦντες, 8τὸ πνεῦμα, καὶ τὸ ὕδωρ, καὶ τὸ αἷμα· καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν. 9Εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ Θεοῦ μείζων ἐστίν· ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Θεοῦ, #5:9 ην ¦ οτι CTἣν μεμαρτύρηκε περὶ τοῦ υἱοῦ αὐτοῦ. 10Ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ Θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν #5:10 αὐτῷ ¦ ἑαυτῷ NA27 PCK TH TR ¦ αὑτῷ SBL WHαὐτῷ· ὁ μὴ πιστεύων τῷ Θεῷ ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν, ἣν μεμαρτύρηκεν ὁ Θεὸς περὶ τοῦ υἱοῦ αὐτοῦ. 11Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία, ὅτι ζωὴν αἰώνιον ἔδωκεν #5:11 ημιν ο θεος ¦ ο θεος ημιν ECM† PCK SBL WHἡμῖν ὁ Θεός, καὶ αὕτη ἡ ζωὴ ἐν τῷ υἱῷ αὐτοῦ ἐστίν. 12Ὁ ἔχων τὸν υἱὸν ἔχει τὴν ζωήν· ὁ μὴ ἔχων τὸν υἱὸν τοῦ Θεοῦ τὴν ζωὴν οὐκ ἔχει.
The Knowledge of Eternal Life
13Ταῦτα ἔγραψα ὑμῖν #5:13 τοις πιστευουσιν εις το ονομα του υιου του θεου ινα ειδητε οτι ζωην αιωνιον εχετε 69.9% ¦ τοις πιστευουσιν εις το ονομα του υιου του θεου ινα ειδητε οτι ζωην εχετε αιωνιον TR 1% ¦ ινα ειδητε οτι ζωην εχετε αιωνιον τοις πιστευουσιν CT 0.8%τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ Θεοῦ, ἵνα εἰδῆτε ὅτι ζωὴν αἰώνιον ἔχετε, #5:13 και ινα πιστευητε 73% ¦ και ινα πιστευσητε MSS 10.2% ¦ --- CT 4.7%καὶ ἵνα πιστεύητε εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ Θεοῦ. 14Καὶ αὕτη ἐστὶν ἡ παρρησία ἣν ἔχομεν πρὸς αὐτόν, ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ, ἀκούει ἡμῶν· 15καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμῶν, ὃ #5:15 εαν ¦ αν ANT TRἐὰν αἰτώμεθα, οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήκαμεν #5:15 παρ ¦ απ CTπαρ᾽ αὐτοῦ.
16Ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει, καὶ δώσει αὐτῷ ζωὴν τοῖς ἁμαρτάνουσι μὴ πρὸς θάνατον. Ἔστιν ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ. 17Πᾶσα ἀδικία ἁμαρτία ἐστί· καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον.
18Οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ οὐχ ἁμαρτάνει· ἀλλ᾽ ὁ γεννηθεὶς ἐκ τοῦ Θεοῦ τηρεῖ #5:18 ἑαυτόν ¦ αὐτόν NA27 SBL WHἑαυτόν, καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ. 19Οἴδαμεν ὅτι ἐκ τοῦ Θεοῦ ἐσμεν, καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται. 20Οἴδαμεν δὲ ὅτι ὁ υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα #5:20 γινωσκωμεν ¦ γινωσκομεν TH WHγινώσκωμεν τὸν ἀληθινόν· καί ἐσμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεός, καὶ #5:20 η ζωη η 𝔐16 ¦ ζωη 𝔐13 ANT CT RP ¦ η ζωη 𝔐13 TRἡ ζωὴ ἡ αἰώνιος.
21Τεκνία, φυλάξατε #5:21 εαυτα 𝔐22 ¦ εαυτους 𝔐19 ANT HF ECM† TRἑαυτὰ ἀπὸ τῶν εἰδώλων.
# 5:21 αμην 84.3% ¦ --- CT 15.5% Ἀμήν.
Currently Selected:
ΙΩΑΝΝΟΥ Α 5: TCGNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Public Domain