YouVersion Logo
Search Icon

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 4

4
Paul's Perseverance in Ministry
1Διὰ τοῦτο ἔχοντες τὴν διακονίαν ταύτην, καθὼς ἠλεήθημεν, οὐκ #4:1 εκκακουμεν ¦ εγκακουμεν CTἐκκακοῦμεν· 2#4:2 αλλα ¦ αλλ ANT NA28 TRἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας #4:2 συνιστωντες ¦ συνιστανοντες NA SBL WH ¦ συνισταντες THσυνιστῶντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ Θεοῦ. 3Εἰ δὲ καὶ ἔστι κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον· 4ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ αὐγάσαι #4:4 αυτοις ¦ --- CTαὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ #4:4 θεου 𝔐pt ¦ θεου του αορατου 𝔐ptΘεοῦ. 5Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, #4:5 αλλα χριστον ιησουν ¦ αλλα ιησουν χριστον NA27 ¦ αλλ ιησουν χριστον NA28ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον· ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. 6Ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς #4:6 λαμψαι ¦ λαμψει CTλάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ #4:6 ιησου ¦ --- SBL WHἸησοῦ Χριστοῦ.
7Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἡμῶν· 8ἐν παντὶ θλιβόμενοι, ἀλλ᾽ οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ᾽ οὐκ ἐξαπορούμενοι· 9διωκόμενοι, ἀλλ᾽ οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι, ἀλλ᾽ οὐκ ἀπολλύμενοι· 10πάντοτε τὴν νέκρωσιν τοῦ #4:10 κυριου ¦ --- CTΚυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. 11Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. 12Ὥστε ὁ #4:12 μεν ¦ --- CTμὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν.
13Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον, Ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν· 14εἰδότες ὅτι ὁ ἐγείρας τὸν #4:14 κυριον ¦ --- SBLΚύριον Ἰησοῦν καὶ ἡμᾶς #4:14 δια ¦ συν CTδιὰ Ἰησοῦ ἐγερεῖ, καὶ παραστήσει σὺν ὑμῖν. 15Τὰ γὰρ πάντα δι᾽ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.
Living by Faith
16Διὸ οὐκ #4:16 εκκακουμεν ¦ εγκακουμεν CTἐκκακοῦμεν, ἀλλ᾽ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ᾽ ὁ #4:16 εσωθεν ¦ εσω ημων CTἔσωθεν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. 17Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως #4:17 ημων ¦ --- WHἡμῶν καθ᾽ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, 18μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα· τὰ δὲ μὴ βλεπόμενα αἰώνια.

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in