1
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 4:18
Text-Critical Greek New Testament
TCGNT
μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα· τὰ δὲ μὴ βλεπόμενα αἰώνια.
Compare
Explore ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 4:18
2
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 4:16-17
Διὸ οὐκ ἐκκακοῦμεν, ἀλλ᾽ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ᾽ ὁ ἔσωθεν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ᾽ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν
Explore ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 4:16-17
3
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 4:8-9
ἐν παντὶ θλιβόμενοι, ἀλλ᾽ οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ᾽ οὐκ ἐξαπορούμενοι· διωκόμενοι, ἀλλ᾽ οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι, ἀλλ᾽ οὐκ ἀπολλύμενοι·
Explore ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 4:8-9
4
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 4:7
Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἡμῶν·
Explore ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 4:7
5
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 4:4
ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ.
Explore ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 4:4
6
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 4:6
Ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ.
Explore ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 4:6