YouVersion Logo
Search Icon

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 3

3
Ministers of the New Covenant
1Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν; #3:1 ει ¦ η CT SCRΕἰ μὴ χρῄζομεν, ὥς τινες, συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς, ἢ ἐξ ὑμῶν #3:1 συστατικων ¦ --- CTσυστατικῶν; 2Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, #3:2 εγγεγραμμενη ¦ ενγεγραμμενη TH WHἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων· 3φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφ᾽ ἡμῶν, #3:3 εγγεγραμμενη ¦ ενγεγραμμενη TH WHἐγγεγραμμένη οὐ μέλανι, ἀλλὰ πνεύματι Θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶ λιθίναις, #3:3 αλλ ¦ αλλα ANTἀλλ᾽ ἐν πλαξὶ #3:3 καρδιαις ¦ καρδιας TRκαρδίαις σαρκίναις.
4Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεόν· 5οὐχ ὅτι #3:5 ικανοι εσμεν αφ εαυτων ¦ αφ εαυτων ικανοι εσμεν CTἱκανοί ἐσμεν ἀφ᾽ ἑαυτῶν λογίσασθαί τι ὡς ἐξ #3:5 ἑαυτῶν ¦ αὑτῶν SBL WHἑαυτῶν, ἀλλ᾽ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ· 6ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος· τὸ γὰρ γράμμα #3:6 αποκτενει 𝔐pt ¦ αποκτεννει 𝔐pt ANT NA SBL TH ¦ αποκτεινει TR WHἀποκτένει, τὸ δὲ πνεῦμα ζῳοποιεῖ.
7Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν, ἐντετυπωμένη #3:7 εν ¦ --- CTἐν λίθοις, ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον #3:7 μωυσεως ¦ μωυσεος PCK ¦ μωσεως TRΜωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ, τὴν καταργουμένην, 8πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; 9Εἰ γὰρ #3:9 ἡ διακονία ¦ τῇ διακονίᾳ NA SBL THἡ διακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης #3:9 εν ¦ --- CTἐν δόξῃ. 10Καὶ γὰρ #3:10 ου ¦ ουδε ANT TRοὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει, #3:10 ενεκεν ¦ εινεκεν CT PCKἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. 11Εἰ γὰρ τὸ καταργούμενον, διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον, ἐν δόξῃ.
12Ἔχοντες οὖν τοιαύτην ἐλπίδα, πολλῇ παρρησίᾳ χρώμεθα· 13καὶ οὐ καθάπερ #3:13 μωυσης ¦ μωσης TRΜωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον #3:13 ἑαυτοῦ ¦ αὐτοῦ CTἑαυτοῦ, πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου· 14#3:14 αλλ ¦ αλλα NA27 SBL WHἀλλ᾽ ἐπωρώθη τὰ νοήματα αὐτῶν· ἄχρι γὰρ τῆς #3:14 σημερον ¦ σημερον ημερας CTσήμερον τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, #3:14 οτι ¦ ο τι RP TR {Note: It is difficult to determine which option is correct from manuscript evidence alone as word breaks are not always clear. Consequently, this is mostly an editorial decision.}ὅτι ἐν Χριστῷ καταργεῖται. 15Ἀλλ᾽ ἕως σήμερον, ἡνίκα #3:15 αναγινωσκεται ¦ αν αναγινωσκηται CTἀναγινώσκεται #3:15 μωυσης ¦ μωσης PCK TRΜωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. 16Ἡνίκα #3:16 δ αν ¦ δε εαν NA SBL WHδ᾽ ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. 17Ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ τὸ πνεῦμα Κυρίου, #3:17 εκει ¦ --- CTἐκεῖ ἐλευθερία. 18Ἡμεῖς δὲ πάντες, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου πνεύματος.

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in