YouVersion Logo
Search Icon

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 2

2
1Ἔκρινα #2:1 δε ¦ γαρ NA SBL WHδὲ ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν #2:1 εν λυπη προς υμας ελθειν ¦ ελθειν εν λυπη προς υμας TR ¦ εν λυπη ελθειν προς υμας ANTἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν. 2Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς #2:2 εστιν ¦ --- CTἐστιν ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; 3Καὶ ἔγραψα #2:3 υμιν ¦ --- CTὑμῖν τοῦτο αὐτό, ἵνα μὴ ἐλθὼν λύπην #2:3 εχω ¦ σχω CTἔχω ἀφ᾽ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς, ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν. 4Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς.
Forgive the Sinner
5Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, #2:5 αλλα ¦ αλλ NA28 TRἀλλὰ ἀπὸ μέρους—ἵνα μὴ ἐπιβαρῶ—πάντας ὑμᾶς. 6Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων· 7ὥστε τοὐναντίον #2:7 μαλλον ¦ --- WHμᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μήπως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. 8Διὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην. 9Εἰς τοῦτο γὰρ καὶ ἔγραψα, ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε. 10ᾯ δέ τι χαρίζεσθε, #2:10 και εγω ¦ καγω CTκαὶ ἐγώ· καὶ γὰρ ἐγὼ #2:10 ει τι κεχαρισμαι ω κεχαρισμαι 81.6% ¦ ει τι κεχαρισμαι MSS 8.6% ¦ ο κεχαρισμαι ει τι κεχαρισμαι CT 3.3%εἴ τι κεχάρισμαι, ᾧ κεχάρισμαι, δι᾽ ὑμᾶς ἐν προσώπῳ Χριστοῦ, 11ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.
Triumph in Christ
12Ἐλθὼν δὲ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης ἐν Κυρίῳ, 13οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου· #2:13 αλλα ¦ αλλ NA28ἀλλὰ ἀποταξάμενος αὐτοῖς ἐξῆλθον εἰς Μακεδονίαν.
14Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι᾽ ἡμῶν ἐν παντὶ τόπῳ. 15Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις· 16οἷς μὲν ὀσμὴ #2:16 θανατου ¦ εκ θανατου CTθανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ #2:16 ζωης ¦ εκ ζωης CTζωῆς εἰς ζωήν. Καὶ πρὸς ταῦτα τίς ἱκανός; 17Οὐ γάρ ἐσμεν ὡς οἱ #2:17 λοιποι 𝔐191 51.9% ¦ πολλοι 𝔐172 CT TR 46.1%λοιποί, καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ· ἀλλ᾽ ὡς ἐξ #2:17 ειλικρινειας ¦ ειλικρινιας WHεἰλικρινείας, ἀλλ᾽ ὡς ἐκ Θεοῦ, #2:17 κατενωπιον του 87.3% ¦ κατεναντι CT 3.5%κατενώπιον τοῦ Θεοῦ, ἐν Χριστῷ λαλοῦμεν.

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in