YouVersion Logo
Search Icon

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α 4

4
Some Will Fall Away from the Faith
1Τὸ δὲ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων, 2ἐν ὑποκρίσει ψευδολόγων, #4:2 κεκαυτηριασμενων ¦ κεκαυστηριασμενων ANT CTκεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, 3κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς #4:3 μεταληψιν ¦ μεταλημψιν CTμετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. 4Ὅτι πᾶν κτίσμα Θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον, μετὰ εὐχαριστίας λαμβανόμενον· 5ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.
A Good Servant of Jesus Christ
6Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος #4:6 ιησου χριστου ¦ χριστου ιησου CTἸησοῦ Χριστοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως, καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας. 7Τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. Γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν· 8ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, #4:8 επαγγελιαν ¦ επαγγελιας ANT PCKἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης. 9Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος. 10Εἰς τοῦτο γὰρ #4:10 και ¦ --- CTκαὶ κοπιῶμεν καὶ #4:10 ονειδιζομεθα ¦ αγωνιζομεθα NA TH WHὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν.
11Παράγγελλε ταῦτα καὶ δίδασκε. 12Μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, #4:12 εν πνευματι 90.4% ¦ --- CT 9%ἐν πνεύματι, ἐν πίστει, ἐν #4:12 αγνεια ¦ αγνια WHἁγνείᾳ. 13Ἕως ἔρχομαι, πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ. 14Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. 15Ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ #4:15 εν 95.4% ¦ --- CT 2.6%ἐν πᾶσιν. 16Ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ. Ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in