YouVersion Logo
Search Icon

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α 5

5
Instructions for the Church
1Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα· νεωτέρους, ὡς ἀδελφούς· 2πρεσβυτέρας, ὡς μητέρας· νεωτέρας, ὡς ἀδελφάς, ἐν πάσῃ #5:2 αγνεια ¦ αγνια WHἁγνείᾳ.
3Χήρας τίμα τὰς ὄντως χήρας. 4Εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν, καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις· τοῦτο γάρ ἐστιν #5:4 αποδεκτον ¦ καλον και αποδεκτον ANT TRἀπόδεκτον ἐνώπιον τοῦ Θεοῦ. 5Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ #5:5 τον ¦ --- NA SBLτὸν Θεόν, καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας. 6Ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκε. 7Καὶ ταῦτα παράγγελλε, ἵνα #5:7 ανεπιληπτοι ¦ ανεπιλημπτοι CTἀνεπίληπτοι ὦσιν. 8Εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα #5:8 των ¦ --- CTτῶν οἰκείων οὐ #5:8 προνοει ¦ προνοειται THπρονοεῖ, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων.
9Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα, γεγονυῖα ἑνὸς ἀνδρὸς γυνή, 10ἐν ἔργοις καλοῖς μαρτυρουμένη, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε. 11Νεωτέρας δὲ χήρας παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, 12ἔχουσαι κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. 13Ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσι, περιερχόμεναι τὰς οἰκίας, οὐ μόνον δὲ ἀργαί, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα. 14Βούλομαι οὖν νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν. 15Ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ. 16Εἴ #5:16 τις πιστος η 87.4% ¦ δε τις πιστος η MSS 7.7% ¦ τις CT 1.9%τις πιστὸς ἢ πιστὴ ἔχει χήρας, #5:16 επαρκειτω ¦ επαρκεισθω THἐπαρκείτω αὐταῖς, καὶ μὴ βαρείσθω ἡ ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ.
17Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. 18Λέγει γὰρ ἡ γραφή, Βοῦν ἀλοῶντα οὐ φιμώσεις· καί, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. 19Κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων. 20#5:20 τους ¦ τους δε WHΤοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσι. 21Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ #5:21 κυριου ιησου χριστου ¦ χριστου ιησου CTΚυρίου Ἰησοῦ Χριστοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ #5:21 προσκλησιν ¦ προσκλισιν CT PCK TRπρόσκλησιν. 22Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις· σεαυτὸν ἁγνὸν τήρει. 23Μηκέτι ὑδροπότει, #5:23 αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ οἴνῳ ὀλίγῳ χρῶ, διὰ τὸν στόμαχόν #5:23 σου ¦ --- CTσου καὶ τὰς πυκνάς σου ἀσθενείας. 24Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσι, προάγουσαι εἰς κρίσιν· τισὶ δὲ καὶ ἐπακολουθοῦσιν. 25Ὡσαύτως καὶ τὰ #5:25 καλα εργα ¦ εργα τα καλα CTκαλὰ ἔργα πρόδηλά #5:25 εστι ¦ --- CTἐστι· καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ #5:25 δυνανται 𝔐pt ¦ δυναται 𝔐pt TRδύνανται.

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Videos for ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α 5