YouVersion Logo
Search Icon

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α 3

3
Qualifications for Overseers
1Πιστὸς ὁ λόγος· εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. 2Δεῖ οὖν τὸν ἐπίσκοπον #3:2 ανεπιληπτον ¦ ανεπιλημπτον CTἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, #3:2 νηφαλεον 𝔐pt ¦ νηφαλιον 𝔐pt ANT CT PCK SCRνηφάλεον, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικόν· 3μὴ πάροινον, μὴ πλήκτην, #3:3 μη αισχροκερδη 69.5% ¦ --- CT 29.5%μὴ αἰσχροκερδῆ, #3:3 αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον· 4τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος. 5Εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδε, πῶς ἐκκλησίας Θεοῦ ἐπιμελήσεται; 6Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου. 7Δεῖ δὲ #3:7 αυτον ¦ --- CTαὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου.
Qualifications for Deacons
8Διακόνους ὡσαύτως σεμνούς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς, 9ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει. 10Καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν, ἀνέγκλητοι ὄντες. 11Γυναῖκας ὡσαύτως σεμνάς, μὴ διαβόλους, #3:11 νηφαλεους 𝔐pt ¦ νηφαλιους 𝔐pt ANT CT PCK SCRνηφαλέους, πιστὰς ἐν πᾶσι. 12Διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων. 13Οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται, καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ.
The Mystery of Godliness
14Ταῦτά σοι γράφω, ἐλπίζων ἐλθεῖν πρός σε #3:14 ταχιον 90.4% ¦ εν ταχει NA SBL WH 1.7%τάχιον· 15ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος, στύλος καὶ ἑδραίωμα τῆς ἀληθείας. 16Καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον·
# 3:16 θεος ¦ ος CT Θεὸς ἐφανερώθη ἐν σαρκί,
ἐδικαιώθη ἐν πνεύματι,
ὤφθη ἀγγέλοις,
ἐκηρύχθη ἐν ἔθνεσιν,
ἐπιστεύθη ἐν κόσμῳ,
# 3:16 ανεληφθη ¦ ανελημφθη CT ἀνελήφθη ἐν δόξῃ.

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Videos for ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α 3