ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α 2
2
Paul's Ministry in Thessalonica
1Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοί, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς, ὅτι οὐ κενὴ γέγονεν· 2#2:2 αλλα ¦ αλλα και TRἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις, ἐπαρρησιασάμεθα ἐν τῷ Θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ Θεοῦ ἐν πολλῷ ἀγῶνι. 3Ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης, οὐδὲ ἐξ ἀκαθαρσίας, #2:3 ουτε ¦ ουδε CTοὔτε ἐν δόλῳ· 4ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον, οὕτω λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ #2:4 τω ¦ --- CTτῷ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. 5Οὔτε γάρ ποτε ἐν λόγῳ #2:5 κολακειας ¦ κολακιας WHκολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε #2:5 εν ¦ --- WHἐν προφάσει πλεονεξίας· Θεὸς μάρτυς· 6οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ᾽ ὑμῶν οὔτε #2:6 απο ¦ απ CT TRἀπὸ ἄλλων, δυνάμενοι ἐν βάρει εἶναι, ὡς Χριστοῦ ἀπόστολοι, 7#2:7 αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ἐγενήθημεν #2:7 ηπιοι 85.9% ¦ νηπιοι NA WH 11.5%ἤπιοι ἐν μέσῳ ὑμῶν ὡς #2:7 αν ¦ εαν NA SBL WHἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα· 8οὕτως, #2:8 ομειρομενοι ¦ ιμειρομενοι PCK TRὁμειρόμενοι ὑμῶν, #2:8 ευδοκουμεν ¦ ηυδοκουμεν WHεὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς, διότι ἀγαπητοὶ ἡμῖν #2:8 γεγενησθε ¦ εγενηθητε CTγεγένησθε.
9Μνημονεύετε γάρ, ἀδελφοί, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς #2:9 γαρ ¦ --- CTγὰρ καὶ ἡμέρας ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ Θεοῦ. 10Ὑμεῖς μάρτυρες καὶ ὁ Θεός, ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν· 11καθάπερ οἴδατε ὡς ἕνα ἕκαστον ὑμῶν, ὡς πατὴρ τέκνα ἑαυτοῦ, παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι 12καὶ #2:12 μαρτυρομενοι ¦ μαρτυρουμενοι TRμαρτυρόμενοι, εἰς τὸ #2:12 περιπατησαι ¦ περιπατειν CTπεριπατῆσαι ὑμᾶς ἀξίως τοῦ Θεοῦ τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν.
13 # 2:13 δια ¦ και δια CT Διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ Θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ᾽ ἡμῶν τοῦ Θεοῦ, ἐδέξασθε οὐ λόγον ἀνθρώπων, ἀλλὰ καθώς #2:13 εστιν αληθως ¦ αληθως εστι SBL WHἐστιν ἀληθῶς, λόγον Θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν. 14Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ· ὅτι #2:14 τα αυτα ¦ ταυτα TRτὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, 15τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς #2:15 ιδιους 94% ¦ --- CT 5%ἰδίους προφήτας, καὶ #2:15 ημας ¦ υμας STἡμᾶς ἐκδιωξάντων, καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων, 16κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλῆσαι ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε· ἔφθασε δὲ ἐπ᾽ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.
Paul's Longing to See the Thessalonians
17Ἡμεῖς δέ, ἀδελφοί, ἀπορφανισθέντες ἀφ᾽ ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ· 18#2:18 διο ¦ διοτι CTδιὸ ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δίς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς. 19Τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως; Ἢ οὐχὶ καὶ ὑμεῖς, ἔμπροσθεν τοῦ Κυρίου ἡμῶν #2:19 ιησου 𝔐17 ¦ ιησου χριστου 𝔐14 ANT TRἸησοῦ ἐν τῇ αὐτοῦ παρουσίᾳ; 20Ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ #2:20 η ¦ --- ANTἡ χαρά.
Currently Selected:
ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α 2: TCGNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Public Domain