YouVersion Logo
Search Icon

ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α 3

3
1Διὸ μηκέτι στέγοντες, #3:1 ευδοκησαμεν ¦ ηυδοκησαμεν TH WHεὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι, 2καὶ ἐπέμψαμεν Τιμόθεον τὸν ἀδελφὸν ἡμῶν καὶ #3:2 διακονον του θεου και συνεργον ημων 92.5% ¦ διακονον του θεου TH WH 3.2% ¦ συνεργον του θεου NA SBL 0.3%διάκονον τοῦ Θεοῦ καὶ συνεργὸν ἡμῶν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ, εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι #3:2 υμας περι ¦ υπερ CTὑμᾶς περὶ τῆς πίστεως ὑμῶν, 3#3:3 το ¦ τω TRτὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις· αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεθα. 4Καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν, προελέγομεν ὑμῖν ὅτι μέλλομεν θλίβεσθαι, καθὼς καὶ ἐγένετο καὶ οἴδατε. 5Διὰ τοῦτο κἀγώ, μηκέτι στέγων, ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μήπως ἐπείρασεν ὑμᾶς ὁ πειράζων, καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν.
Timothy's Encouraging Report
6Ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ᾽ ὑμῶν, καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθὴν πάντοτε, ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν, καθάπερ καὶ ἡμεῖς ὑμᾶς· 7διὰ τοῦτο παρεκλήθημεν, ἀδελφοί, ἐφ᾽ ὑμῖν ἐπὶ πάσῃ τῇ #3:7 θλιψει και αναγκη ¦ αναγκη και θλιψει CTθλίψει καὶ ἀνάγκῃ ἡμῶν διὰ τῆς ὑμῶν πίστεως· 8ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς #3:8 στηκετε ¦ στηκητε ANT PCK TRστήκετε ἐν Κυρίῳ. 9Τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ Θεῷ ἀνταποδοῦναι περὶ ὑμῶν, ἐπὶ πάσῃ τῇ χαρᾷ ᾗ χαίρομεν δι᾽ ὑμᾶς ἔμπροσθεν τοῦ Θεοῦ ἡμῶν, 10νυκτὸς καὶ ἡμέρας ὑπὲρ ἐκπερισσοῦ δεόμενοι εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον, καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν;
11Αὐτὸς δὲ ὁ Θεὸς καὶ πατὴρ ἡμῶν, καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς #3:11 χριστος ¦ --- CTΧριστός, κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς· 12ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς, 13εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ #3:13 χριστου 𝔐pt ¦ --- 𝔐pt CTΧριστοῦ μετὰ πάντων τῶν ἁγίων #3:13 αυτου ¦ αυτου αμην NAαὐτοῦ.

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α 3