ΠΕΤΡΟΥ Α 4
4
Good Stewards of God's Grace
1Χριστοῦ οὖν παθόντος #4:1 υπερ ημων 83% ¦ υπερ υμων MSS 6.3% ¦ --- CT 2.8%ὑπὲρ ἡμῶν σαρκί, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ παθὼν #4:1 εν 𝔐14 ¦ --- 𝔐6 CT PCKἐν σαρκὶ πέπαυται #4:1 αμαρτιας ¦ αμαρτιαις WHἁμαρτίας, 2εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι #4:2 θεου ¦ του θεου PCKΘεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. 3Ἀρκετὸς γὰρ #4:3 ημιν 𝔐107 47% ¦ υμιν 𝔐42 ANT HF PCK 41.5% ¦ --- CT 11.2%ἡμῖν ὁ παρεληλυθὼς χρόνος #4:3 του βιου το θελημα ¦ το θελημα PCK ¦ το βουλημα CTτοῦ βίου τὸ θέλημα τῶν ἐθνῶν #4:3 κατεργασασθαι ¦ κατειργασθαι CTκατεργάσασθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις #4:3 ειδωλολατρειαις 𝔐7 ¦ ειδωλολατριαις 𝔐10 ECM NA PCK SBL WHεἰδωλολατρίαις· 4ἐν ᾧ ξενίζονται, μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες· 5οἳ ἀποδώσουσι λόγον τῷ ἑτοίμως #4:5 εχοντι κριναι ¦ κρινοντι WHἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς. 6Εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκί, ζῶσι δὲ κατὰ Θεὸν πνεύματι.
7Πάντων δὲ τὸ τέλος ἤγγικε. Σωφρονήσατε οὖν καὶ νήψατε εἰς #4:7 τας ¦ --- CTτὰς προσευχάς· 8πρὸ πάντων #4:8 δε ¦ --- CTδὲ τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι #4:8 αγαπη ¦ η αγαπη ANT PCK SCRἀγάπη #4:8 καλυψει ¦ καλυπτει CT PCKκαλύψει πλῆθος ἁμαρτιῶν· 9φιλόξενοι εἰς ἀλλήλους ἄνευ #4:9 γογγυσμων ¦ γογγυσμου CTγογγυσμῶν· 10ἕκαστος καθὼς ἔλαβε χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες, ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ. 11Εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος #4:11 ως ¦ ης CT TRὡς χορηγεῖ ὁ Θεός, ἵνα ἐν πᾶσι δοξάζηται #4:11 ο ¦ --- PCKὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας #4:11 των αιωνων ¦ --- ECM† PCKτῶν αἰώνων. Ἀμήν.
Suffering as a Christian
12Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ ὡς ξένου ὑμῖν συμβαίνοντος, 13ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασι, χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι. 14Εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης #4:14 και το 71.5% ¦ και δυναμεως και το ANT 15.7% ¦ και δυναμεως MSS 6.6%καὶ τὸ τοῦ Θεοῦ πνεῦμα ἐφ᾽ ὑμᾶς #4:14 αναπαυεται ¦ αναπεπαυται PCKἀναπαύεται· #4:14 κατα μεν αυτους βλασφημειται κατα δε υμας δοξαζεται ¦ --- CTκατὰ μὲν αὐτοὺς βλασφημεῖται, κατὰ δὲ ὑμᾶς δοξάζεται. 15Μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοποιὸς ἢ ὡς #4:15 αλλοτριοεπισκοπος ¦ αλλοτριεπισκοπος CTἀλλοτριοεπίσκοπος· 16εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν Θεὸν ἐν τῷ #4:16 μερει ¦ ονοματι NA27 SBL TH WHμέρει τούτῳ. 17Ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ· εἰ δὲ πρῶτον ἀφ᾽ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ εὐαγγελίῳ; 18Καὶ
εἰ ὁ δίκαιος μόλις σῴζεται,
# 4:18 ο ¦ ο δε WH ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;
19Ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ #4:19 ως ¦ --- CTὡς πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς #4:19 αυτων ¦ εαυτων TR ¦ --- WHαὐτῶν ἐν ἀγαθοποιΐᾳ.
Currently Selected:
ΠΕΤΡΟΥ Α 4: TCGNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Public Domain