YouVersion Logo
Search Icon

ΠΕΤΡΟΥ Α 5

5
Exhortation to the Elders and the Flock
1Πρεσβυτέρους #5:1 τους ¦ ουν NA27 SBL WH ¦ ουν τους THτοὺς ἐν ὑμῖν παρακαλῶ ὁ #5:1 συμπρεσβυτερος ¦ συνπρεσβυτερος TH WHσυμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός· 2ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, #5:2 επισκοπουντες 95% ¦ --- WH 0.8%ἐπισκοποῦντες μὴ ἀναγκαστῶς #5:2 αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ #5:2 εκουσιως ¦ εκουσιως κατα θεον ECM NA SBL THἑκουσίως, μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως, 3#5:3 μηδε 𝔐12 ¦ μηδ 𝔐8 ANT CT TRμηδὲ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου. 4Καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος, κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.
5Ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις· πάντες δὲ ἀλλήλοις #5:5 υποτασσομενοι 90.6% ¦ --- CT 3.5%ὑποτασσόμενοι τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε, ὅτι ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. 6Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ, 7πᾶσαν τὴν μέριμναν ὑμῶν #5:7 επιρριψαντες ¦ επιριψαντες CTἐπιρρίψαντες ἐπ᾽ αὐτόν, ὅτι αὐτῷ μέλει #5:7 περι ¦ υπερ PCKπερὶ ὑμῶν. 8Νήψατε, #5:8 γρηγορησατε ¦ γρηγορησατε οτι PCK TRγρηγορήσατε· ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος #5:8 περιπατει ¦ περιερχεται PCKπεριπατεῖ, ζητῶν #5:8 τινα καταπιειν 𝔐29 ¦ τινα καταπιη 𝔐9 ANT HF RP TR ¦ καταπιειν WHτινα καταπιεῖν· 9ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν #5:9 κοσμω ¦ τω κοσμω ECM NA27 SBL WHκόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι. 10Ὁ δὲ Θεὸς πάσης χάριτος, ὁ καλέσας #5:10 υμας ¦ ημας TRὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ #5:10 ιησου ¦ --- ECM NA28 SBL TH WHἸησοῦ, ὀλίγον παθόντας αὐτὸς #5:10 καταρτισαι υμας στηριξει σθενωσει θεμελιωσει ¦ καταρτισαι υμας στηριξαι σθενωσαι θεμελιωσαι PCK TR ¦ καταρτισει υμας στηριξει σθενωσει θεμελιωσει ANT ¦ καταρτισει στηριξει σθενωσει θεμελιωσει ECM NA SBL TH ¦ καταρτισει στηριξει σθενωσει WHκαταρτίσαι ὑμᾶς, στηρίξει, σθενώσει, θεμελιώσει. 11Αὐτῷ #5:11 η δοξα και το κρατος 𝔐62 60% ¦ η δοξα κρατος 𝔐83 MSS 29.3% ¦ το κρατος και η δοξα MSS 6.8% ¦ το κρατος CT 0.6%ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας #5:11 των αιωνων ¦ --- ECM NA WHτῶν αἰώνων. Ἀμήν.
Final Greetings
12Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι᾽ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ Θεοῦ εἰς ἣν #5:12 εστηκατε ¦ στητε CTἑστήκατε. 13Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτή, καὶ Μάρκος ὁ υἱός μου. 14Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης.
Εἰρήνη ὑμῖν πᾶσι τοῖς ἐν Χριστῷ #5:14 ιησου ¦ --- ECM NA SBL TH WHἸησοῦ.
# 5:14 αμην ¦ --- CT Ἀμήν.

Currently Selected:

ΠΕΤΡΟΥ Α 5: TCGNT

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in