1
ΠΕΤΡΟΥ Α 4:8
Text-Critical Greek New Testament
TCGNT
πρὸ πάντων δὲ τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη καλύψει πλῆθος ἁμαρτιῶν·
Compare
Explore ΠΕΤΡΟΥ Α 4:8
2
ΠΕΤΡΟΥ Α 4:10
ἕκαστος καθὼς ἔλαβε χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες, ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ.
Explore ΠΕΤΡΟΥ Α 4:10
3
ΠΕΤΡΟΥ Α 4:11
Εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ὡς χορηγεῖ ὁ Θεός, ἵνα ἐν πᾶσι δοξάζηται ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Explore ΠΕΤΡΟΥ Α 4:11
4
ΠΕΤΡΟΥ Α 4:16
εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν Θεὸν ἐν τῷ μέρει τούτῳ.
Explore ΠΕΤΡΟΥ Α 4:16
5
ΠΕΤΡΟΥ Α 4:7
Πάντων δὲ τὸ τέλος ἤγγικε. Σωφρονήσατε οὖν καὶ νήψατε εἰς τὰς προσευχάς·
Explore ΠΕΤΡΟΥ Α 4:7
6
ΠΕΤΡΟΥ Α 4:12-13
Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ ὡς ξένου ὑμῖν συμβαίνοντος, ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασι, χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι.
Explore ΠΕΤΡΟΥ Α 4:12-13
7
ΠΕΤΡΟΥ Α 4:9
φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμῶν·
Explore ΠΕΤΡΟΥ Α 4:9
8
ΠΕΤΡΟΥ Α 4:19
Ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ ὡς πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἀγαθοποιΐᾳ.
Explore ΠΕΤΡΟΥ Α 4:19
9
ΠΕΤΡΟΥ Α 4:1-2
Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ παθὼν ἐν σαρκὶ πέπαυται ἁμαρτίας, εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι Θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον.
Explore ΠΕΤΡΟΥ Α 4:1-2
10
ΠΕΤΡΟΥ Α 4:14
Εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ Θεοῦ πνεῦμα ἐφ᾽ ὑμᾶς ἀναπαύεται· κατὰ μὲν αὐτοὺς βλασφημεῖται, κατὰ δὲ ὑμᾶς δοξάζεται.
Explore ΠΕΤΡΟΥ Α 4:14