ΙΩΑΝΝΟΥ Α 2
2
Keeping Christ's Commandments
1Τεκνία μου, ταῦτα γράφω ὑμῖν ἵνα μὴ ἁμάρτητε. Καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα, Ἰησοῦν Χριστὸν δίκαιον· 2καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. 3Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. 4Ὁ #2:4 λεγων ¦ λεγων οτι ECM† NA SBL TH WHλέγων, Ἔγνωκα αὐτόν, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν ψεύστης ἐστί, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν· 5ὃς δ᾽ ἂν τηρῇ αὐτοῦ τὸν λόγον, ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ Θεοῦ τετελείωται. Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν· 6ὁ λέγων ἐν αὐτῷ μένειν ὀφείλει καθὼς ἐκεῖνος περιεπάτησε καὶ αὐτὸς #2:6 ουτω ¦ --- ECM† SBL WHοὕτω περιπατεῖν.
A New Commandment
7 # 2:7 αδελφοι 82.8% ¦ αγαπητοι CT 15% Ἀδελφοί, οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν, ἀλλ᾽ ἐντολὴν παλαιάν, ἣν εἴχετε ἀπ᾽ ἀρχῆς· ἡ ἐντολὴ ἡ παλαιά ἐστιν ὁ λόγος ὃν ἠκούσατε #2:7 απ αρχης 87% ¦ --- CT 8.2%ἀπ᾽ ἀρχῆς. 8Πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν, ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν, ὅτι ἡ σκοτία παράγεται καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει. 9Ὁ λέγων ἐν τῷ φωτὶ εἶναι καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι. 10Ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ φωτὶ μένει, καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν. 11Ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστὶ καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ· καὶ οὐκ οἶδε ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσε τοὺς ὀφθαλμοὺς αὐτοῦ.
12Γράφω ὑμῖν, τεκνία,
ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ.
13Γράφω ὑμῖν, πατέρες,
ὅτι ἐγνώκατε τὸν ἀπ᾽ ἀρχῆς.
Γράφω ὑμῖν, νεανίσκοι,
ὅτι νενικήκατε τὸν πονηρόν.
# 2:13 γραφω 80.3% ¦ εγραψα ANT CT 18.5% Γράφω ὑμῖν, παιδία,
ὅτι ἐγνώκατε τὸν πατέρα.
14Ἔγραψα ὑμῖν, πατέρες,
ὅτι ἐγνώκατε τὸν ἀπ᾽ ἀρχῆς.
Ἔγραψα ὑμῖν, νεανίσκοι,
ὅτι ἰσχυροί ἐστε
καὶ ὁ λόγος τοῦ Θεοῦ ἐν ὑμῖν μένει
καὶ νενικήκατε τὸν πονηρόν.
15Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ πατρὸς ἐν αὐτῷ· 16ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ—ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ #2:16 αλαζονεια ¦ αλαζονια TH WHἀλαζονεία τοῦ βίου—οὐκ ἔστιν ἐκ τοῦ πατρός, #2:16 αλλ ¦ αλλα SBL TH WHἀλλ᾽ ἐκ τοῦ κόσμου ἐστί. 17Καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία #2:17 αυτου ¦ --- ECM†αὐτοῦ, ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα.
The Antichrist
18Παιδία, ἐσχάτη ὥρα ἐστί, καὶ καθὼς ἠκούσατε ὅτι #2:18 ο ¦ --- CTὁ ἀντίχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν, ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν. 19Ἐξ ἡμῶν #2:19 εξηλθον ¦ εξηλθαν CTἐξῆλθον, ἀλλ᾽ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ #2:19 ησαν εξ ημων 92.2% ¦ εξ ημων ησαν ECM NA SBL WH 5.3%ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ᾽ ἡμῶν—ἀλλ᾽ ἵνα φανερωθῶσιν ὅτι οὐκ εἰσὶ πάντες ἐξ ἡμῶν. 20Καὶ ὑμεῖς χρίσμα ἔχετε ἀπὸ τοῦ ἁγίου #2:20 και ¦ --- WHκαὶ οἴδατε #2:20 παντα 96.4% ¦ παντες ECM NA SBL WH 2.4%πάντα. 21Οὐκ ἔγραψα ὑμῖν ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν, ἀλλ᾽ ὅτι οἴδατε αὐτήν, καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστι. 22Τίς ἐστιν ὁ ψεύστης εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ Χριστός; Οὗτός ἐστιν ὁ ἀντίχριστος, ὁ ἀρνούμενος τὸν πατέρα καὶ τὸν υἱόν. 23Πᾶς ὁ ἀρνούμενος τὸν υἱὸν οὐδὲ τὸν πατέρα #2:23 εχει 77.5% ¦ εχει ο ομολογων τον υιον και τον πατερα εχει CT SCR 21%ἔχει. 24Ὑμεῖς #2:24 ουν ¦ --- CTοὖν ὃ ἠκούσατε ἀπ᾽ ἀρχῆς, ἐν ὑμῖν μενέτω. Ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἀπ᾽ ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ #2:24 υιω και εν τω πατρι ¦ πατρι και εν τω υιω PCKυἱῷ καὶ ἐν τῷ πατρὶ μενεῖτε. 25Καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἣν αὐτὸς ἐπηγγείλατο ἡμῖν, τὴν ζωὴν τὴν αἰώνιον.
26Ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς. 27Καὶ ὑμεῖς, τὸ χρίσμα ὃ ἐλάβετε ἀπ᾽ αὐτοῦ #2:27 εν υμιν μενει ¦ μενει εν υμιν CTἐν ὑμῖν μένει, καὶ οὐ χρείαν ἔχετε ἵνα τις #2:27 διδασκη 𝔐15 ¦ διδασκει 𝔐6διδάσκῃ ὑμᾶς, ἀλλ᾽ ὡς τὸ #2:27 αυτο ¦ αυτου CTαὐτὸ χρίσμα διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθές ἐστι καὶ οὐκ ἔστι ψεῦδος, καὶ καθὼς ἐδίδαξεν ὑμᾶς, #2:27 μενειτε ¦ μενετε CTμενεῖτε ἐν αὐτῷ.
Children of God
28Καὶ νῦν, τεκνία, μένετε ἐν αὐτῷ, ἵνα #2:28 οταν 92.5% ¦ εαν CT 6.2%ὅταν φανερωθῇ #2:28 εχωμεν 79.3% ¦ εχομεν MSS 11% ¦ σχωμεν CT 9.1%ἔχωμεν παρρησίαν καὶ μὴ αἰσχυνθῶμεν ἀπ᾽ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ. 29Ἐὰν #2:29 ειδητε 𝔐10 ¦ ιδητε 𝔐11 ECM†εἰδῆτε ὅτι δίκαιός ἐστι, γινώσκετε ὅτι #2:29 πας ¦ και πας ECM NA THπᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ #2:29 γεγεννηται 𝔐15 ¦ γεγενηται 𝔐6γεγέννηται.
Currently Selected:
ΙΩΑΝΝΟΥ Α 2: TCGNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Public Domain