YouVersion Logo
Search Icon

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 15

15
The Resurrection of Christ
1Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, 2δι᾽ οὗ καὶ σῴζεσθε· τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν, εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε.
3Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς· 4καὶ ὅτι ἐτάφη· καὶ ὅτι ἐγήγερται τῇ #15:4 τριτη ημερα ¦ ημερα τη τριτη CTτρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς· 5καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα· 6ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ #15:6 πλειους ¦ πλειονες CTπλείους μένουσιν ἕως ἄρτι, τινὲς δὲ #15:6 και ¦ --- CTκαὶ ἐκοιμήθησαν· 7ἔπειτα ὤφθη Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν· 8ἔσχατον δὲ πάντων, ὡσπερεὶ τῷ ἐκτρώματι, ὤφθη κἀμοί. 9Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ Θεοῦ. 10Χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δέ, #15:10 αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ἡ χάρις τοῦ Θεοῦ #15:10 η ¦ --- TH WHἡ σὺν ἐμοί. 11Εἴτε οὖν ἐγώ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε.
The Resurrection of the Dead
12Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσί #15:12 τινες εν υμιν ¦ εν υμιν τινες CTτινες ἐν ὑμῖν ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; 13Εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται· 14εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα #15:14 το ¦ και το NA THτὸ κήρυγμα ἡμῶν, κενὴ #15:14 δε ¦ --- CTδὲ καὶ ἡ πίστις #15:14 υμων ¦ ημων WHὑμῶν. 15Εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ Θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ Θεοῦ ὅτι ἤγειρε τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν, εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται. 16Εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται· 17εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις #15:17 υμων ¦ υμων εστιν WHὑμῶν· ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν. 18Ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο. 19Εἰ ἐν τῇ ζωῇ ταύτῃ #15:19 ηλπικοτες εσμεν εν χριστω ¦ εν χριστω ηλπικοτες εσμεν CTἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.
20Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων #15:20 εγενετο 92.5% ¦ --- CT 6.5%ἐγένετο. 21Ἐπειδὴ γὰρ δι᾽ ἀνθρώπου #15:21 ο ¦ --- CTὁ θάνατος, καὶ δι᾽ ἀνθρώπου ἀνάστασις νεκρῶν. 22Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζῳοποιηθήσονται. 23Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ #15:23 του ¦ --- ANT TRτοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ. 24Εἶτα τὸ τέλος, ὅταν #15:24 παραδω ¦ παραδιδω CTπαραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. 25Δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ #15:25 αν ¦ --- CTἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. 26Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. 27Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Ὅταν δὲ εἴπῃ ὅτι Πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. 28Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε #15:28 και ¦ --- SBLκαὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς #15:28 τα ¦ --- SBL TH WHτὰ πάντα ἐν πᾶσιν.
29Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν; Εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ #15:29 των νεκρων ¦ αυτων CTτῶν νεκρῶν; 30Τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν; 31Καθ᾽ ἡμέραν ἀποθνῄσκω, νὴ τὴν #15:31 υμετεραν ¦ ημετεραν STὑμετέραν #15:31 καυχησιν 91.6% ¦ καυχησιν αδελφοι NA TH WH 7.8%καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. 32Εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος, εἰ νεκροὶ οὐκ ἐγείρονται; Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν. 33Μὴ πλανᾶσθε· Φθείρουσιν ἤθη #15:33 χρηστα ¦ χρησθ TRχρηστὰ ὁμιλίαι κακαί. 34Ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε· ἀγνωσίαν γὰρ Θεοῦ τινες ἔχουσι· πρὸς ἐντροπὴν ὑμῖν #15:34 λεγω ¦ λαλω CTλέγω.
The Resurrection Body
35 # 15:35 αλλ ¦ αλλα NA27 SBL WH Ἀλλ᾽ ἐρεῖ τις, Πῶς ἐγείρονται οἱ νεκροί; Ποίῳ δὲ σώματι ἔρχονται; 36#15:36 αφρον ¦ αφρων CTἌφρον, σὺ ὃ σπείρεις, οὐ ζῳοποιεῖται ἐὰν μὴ ἀποθάνῃ· 37καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι, σίτου ἤ τινος τῶν λοιπῶν· 38ὁ δὲ Θεὸς #15:38 αυτω διδωσι ¦ διδωσιν αυτω CTαὐτῷ δίδωσι σῶμα καθὼς ἠθέλησε, καὶ ἑκάστῳ τῶν σπερμάτων #15:38 το ¦ --- CTτὸ ἴδιον σῶμα. 39Οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ· ἀλλὰ ἄλλη μὲν #15:39 ανθρωπων ¦ σαρξ ανθρωπων TRἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ #15:39 ιχθυων αλλη δε πτηνων ¦ ιχθυων αλλη δε πετεινων ANT ¦ σαρξ πτηνων αλλη δε ιχθυων CTἰχθύων, ἄλλη δὲ πτηνῶν. 40Καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· #15:40 αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων. 41Ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ.
42Οὕτω καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· 43σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· 44σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. #15:44 εστιν σωμα ψυχικον και εστιν σωμα ¦ ει εστιν σωμα ψυχικον εστιν και CTἜστι σῶμα ψυχικόν, καὶ ἔστι σῶμα πνευματικόν. 45Οὕτω καὶ γέγραπται, Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν. Ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζῳοποιοῦν. 46Ἀλλ᾽ οὐ πρῶτον τὸ πνευματικόν, ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν. 47Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς, χοϊκός· ὁ δεύτερος ἄνθρωπος #15:47 ο κυριος 96.1% ¦ --- CT 2.5%ὁ Κύριος ἐξ οὐρανοῦ. 48Οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι· 49καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, #15:49 φορεσωμεν ¦ φορεσομεν ANT NA SBL TRφορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.
50Τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ #15:50 δυνανται ¦ δυναται CTδύνανται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ. 51Ἰδού, μυστήριον ὑμῖν λέγω· πάντες #15:51 μεν 92% ¦ --- CT 0.3%μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα, 52ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. 53Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. 54Ὅταν δὲ #15:54 το φθαρτον τουτο ενδυσηται αφθαρσιαν και ¦ --- WHτὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται #15:54 αθανασιαν ¦ την αθανασιαν WHἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος,
Κατεπόθη ὁ θάνατος εἰς νῖκος.
55Ποῦ σου, Θάνατε, τὸ #15:55 κεντρον που σου αδη το νικος 92.7% ¦ νικος που σου θανατε το κεντρον CT 0.8%κέντρον;
Ποῦ σου, ᾍδη, τὸ νῖκος;
56Τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία· ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος· 57τῷ δὲ Θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
58Ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἑδραῖοι #15:58 γινεσθε ¦ γεινεσθε THγίνεσθε, #15:58 αμετακινητοι ¦ αμετακεινητοι THἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστι κενὸς ἐν Κυρίῳ.

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in