YouVersion Logo
Search Icon

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 14

14
Prophecy and Tongues
1Διώκετε τὴν ἀγάπην· ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε. 2Ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ #14:2 τω ¦ --- CTτῷ Θεῷ· οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια. 3Ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. 4Ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ, ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ. 5Θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων #14:5 γαρ ¦ δε CTγὰρ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ #14:5 διερμηνευει ¦ διερμηνευη CT TRδιερμηνεύει, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ.
6 # 14:6 νυνι ¦ νυν CT Νυνὶ δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει, ἢ ἐν γνώσει, ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ; 7Ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλός, εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ #14:7 διδω ¦ δω CT TRδιδῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον; 8Καὶ γὰρ ἐὰν ἄδηλον #14:8 φωνην σαλπιγξ ¦ σαλπιγξ φωνην NA TH WHφωνὴν σάλπιγξ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον; 9Οὕτω καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; Ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. 10Τοσαῦτα, εἰ τύχοι, γένη φωνῶν #14:10 εστιν ¦ εισιν CTἐστιν ἐν κόσμῳ καὶ οὐδὲν #14:10 αυτων 89.7% ¦ --- CT SCR 7%αὐτῶν ἄφωνον. 11Ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος, καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος. 12Οὕτω καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε.
13 # 14:13 διοπερ ¦ διο CT Διόπερ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ. 14Ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι. 15Τί οὖν ἐστι; Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ. 16Ἐπεὶ ἐὰν #14:16 ευλογησης ¦ ευλογης CTεὐλογήσῃς #14:16 τω ¦ εν NA WH ¦ --- SBL THτῷ πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμὴν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ, ἐπειδὴ τί λέγεις οὐκ οἶδε; 17Σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ᾽ ὁ ἕτερος οὐκ οἰκοδομεῖται. 18Εὐχαριστῶ τῷ Θεῷ #14:18 μου ¦ --- CTμου, πάντων ὑμῶν μᾶλλον γλώσσαις #14:18 λαλων ¦ λαλω CTλαλῶν· 19#14:19 αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους #14:19 δια του νοος 88.8% ¦ τω νοι CT 7.8%διὰ τοῦ νοός μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.
20Ἀδελφοί, μὴ παιδία #14:20 γινεσθε ¦ γεινεσθε THγίνεσθε ταῖς φρεσίν· ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι #14:20 γινεσθε ¦ γεινεσθε THγίνεσθε. 21Ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν #14:21 ετεροις ¦ ετερων CTἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ᾽ οὕτως εἰσακούσονταί μου, λέγει Κύριος. 22Ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν, οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις· ἡ δὲ προφητεία, οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν. 23Ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτό, καὶ πάντες #14:23 γλωσσαις λαλωσιν ¦ λαλωσι γλωσσαις CTγλώσσαις λαλῶσιν, εἰσέλθωσι δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε; 24Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, 25#14:25 και ουτω 92.9% ¦ --- CT 5.6%καὶ οὕτω τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ #14:25 γινεται ¦ γεινεται THγίνεται· καὶ οὕτω πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ ἀπαγγέλλων ὅτι #14:25 ο θεος οντως ¦ οντως ο θεος CT PCKὉ Θεὸς ὄντως ἐν ὑμῖν ἐστι.
Orderly Worship
26Τί οὖν ἐστιν, ἀδελφοί; Ὅταν συνέρχησθε, ἕκαστος #14:26 υμων 95% ¦ --- CT 2.7%ὑμῶν ψαλμὸν ἔχει, διδαχὴν ἔχει, #14:26 γλωσσαν εχει αποκαλυψιν ¦ αποκαλυψιν εχει γλωσσαν CTγλῶσσαν ἔχει, ἀποκάλυψιν ἔχει, #14:26 ερμηνειαν ¦ ερμηνιαν TH WHἑρμηνείαν ἔχει. Πάντα πρὸς οἰκοδομὴν #14:26 γινεσθω ¦ γενεσθω TR ¦ γεινεσθω THγινέσθω. 27Εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω· 28ἐὰν δὲ μὴ ᾖ διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ· ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ. 29Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν. 30Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω. 31Δύνασθε γὰρ καθ᾽ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσι, καὶ πάντες παρακαλῶνται· 32καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται. 33Οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεός, #14:33 αλλα ¦ αλλ NA28 PCK TRἀλλὰ εἰρήνης, ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων.
34Αἱ γυναῖκες #14:34 υμων ¦ --- CTὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν· οὐ γὰρ #14:34 επιτετραπται ¦ επιτρεπεται CTἐπιτέτραπται αὐταῖς λαλεῖν, #14:34 αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ #14:34 υποτασσεσθαι ¦ υποτασσεσθωσαν CTὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει. 35Εἰ δέ τι #14:35 μαθειν ¦ μανθανειν WHμαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· αἰσχρὸν γάρ ἐστι #14:35 γυναιξιν ¦ γυναικι CTγυναιξὶν #14:35 εν εκκλησια λαλειν ¦ λαλειν εν εκκλησια CTἐν ἐκκλησίᾳ λαλεῖν. 36Ἢ ἀφ᾽ ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν; Ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;
37Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, #14:37 επιγινωσκετω ¦ επιγεινωσκετω THἐπιγινωσκέτω ἃ γράφω ὑμῖν, ὅτι #14:37 κυριου ¦ του κυριου ANT TRΚυρίου #14:37 εισιν εντολαι ¦ εστιν εντολη NA TH WH ¦ εστιν SBLεἰσὶν ἐντολαί. 38Εἰ δέ τις ἀγνοεῖ, #14:38 αγνοειτω ¦ αγνοειται CTἀγνοείτω. 39Ὥστε, #14:39 αδελφοι ¦ αδελφοι μου CTἀδελφοί, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν #14:39 γλωσσαις μη κωλυετε ¦ μη κωλυετε γλωσσαις CTγλώσσαις μὴ κωλύετε· 40#14:40 παντα ¦ παντα δε CTπάντα εὐσχημόνως καὶ κατὰ τάξιν #14:40 γινεσθω ¦ γεινεσθω THγινέσθω.

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in