ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 16
16
The Collection for the Saints
1Περὶ δὲ τῆς #16:1 λογιας ¦ λογειας NA SBLλογίας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε. 2Κατὰ μίαν #16:2 σαββατων ¦ σαββατου CTσαββάτων ἕκαστος ὑμῶν παρ᾽ ἑαυτῷ τιθέτω, θησαυρίζων ὅ τι #16:2 αν ¦ εαν NA SBL WHἂν #16:2 ευοδωται ¦ ευοδουται PCKεὐοδῶται, ἵνα μή, ὅταν ἔλθω, τότε #16:2 λογιαι ¦ λογειαι NA SBLλογίαι #16:2 γινωνται ¦ γεινωνται THγίνωνται. 3Ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε δι᾽ ἐπιστολῶν, τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἱερουσαλήμ· 4ἐὰν δὲ #16:4 η αξιον ¦ αξιον η CTᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται.
Paul's Travel Plans
5Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς, ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι· 6πρὸς ὑμᾶς δὲ τυχὸν #16:6 παραμενω ¦ καταμενω WHπαραμενῶ, ἢ #16:6 και ¦ --- WHκαὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι. 7Οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν· ἐλπίζω #16:7 δε ¦ γαρ CTδὲ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος #16:7 επιτρεπη ¦ επιτρεψη CTἐπιτρέπῃ. 8#16:8 ἐπιμενῶ ¦ ἐπιμένω WHἘπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς Πεντηκοστῆς· 9θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί.
10Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς· τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται ὡς #16:10 και εγω ¦ καγω ANT NA SBL TH ¦ εγω WHκαὶ ἐγώ. 11Μή τις οὖν αὐτὸν ἐξουθενήσῃ· προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με· ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.
12Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.
Final Exhortations
13Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. 14Πάντα ὑμῶν ἐν ἀγάπῃ #16:14 γινεσθω ¦ γεινεσθω THγινέσθω.
15Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί—οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας, καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς— 16ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις, καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. 17Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ #16:17 φουρτουνατου ¦ φορτουνατου CTΦουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ #16:17 υμων ¦ υμετερον CTὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν. 18Ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν· #16:18 επιγινωσκετε ¦ επιγεινωσκετε THἐπιγινώσκετε οὖν τοὺς τοιούτους.
19Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας· #16:19 ασπαζονται ¦ ασπαζεται CTἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ #16:19 πρισκιλλα ¦ πρισκα CTΠρίσκιλλα, σὺν τῇ κατ᾽ οἶκον αὐτῶν ἐκκλησίᾳ. 20Ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.
21Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. 22Εἴ τις οὐ φιλεῖ τὸν Κύριον #16:22 ιησουν χριστον 𝔐13 ¦ ημων ιησουν χριστον 𝔐17 PCK ¦ --- CTἸησοῦν Χριστόν, ἤτω ἀνάθεμα. #16:22 μαραν αθα 𝔐12 ¦ μαραναθα 𝔐17 PCK ¦ μαρανα θα 𝔐0 HF NA SBLΜαρὰν ἀθά. 23Ἡ χάρις τοῦ #16:23 κυριου 𝔐pt ¦ κυριου ημων 𝔐ptΚυρίου Ἰησοῦ #16:23 χριστου ¦ --- CTΧριστοῦ μεθ᾽ ὑμῶν. 24Ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.
# 16:24 αμην ¦ --- NA SBL WH Ἀμήν.#16:24 The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Κορινθίους πρώτη ἐγράφη ἀπὸ Φιλίππων διὰ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ καὶ Τιμοθέου.
Currently Selected:
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 16: TCGNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Public Domain