ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 13
13
The Way of Love
1Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. 2#13:2 και εαν ¦ καν WHΚαὶ ἐὰν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, #13:2 και εαν ¦ καν WHκαὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη #13:2 μεθιστανειν ¦ μεθισταναι NA SBL THμεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, #13:2 ουθεν ¦ ουδεν ANT SCRοὐθέν εἰμι. 3#13:3 και εαν ¦ καν NA TH WHΚαὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, #13:3 και εαν ¦ καν WHκαὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα #13:3 καυθησωμαι 𝔐181 45.4% ¦ καυθησομαι 𝔐178 ANT PCK SBL TH 49.7% ¦ καυχησωμαι NA WH 1.5%καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.
4Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται· ἡ ἀγάπη οὐ ζηλοῖ· #13:4 η αγαπη 83.2% ¦ --- WH 12.9%ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, 5οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, 6οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, #13:6 συγχαιρει ¦ συνχαιρει TH WHσυγχαίρει δὲ τῇ ἀληθείᾳ, 7πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.
8Ἡ ἀγάπη οὐδέποτε #13:8 εκπιπτει ¦ πιπτει CTἐκπίπτει· εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται. 9Ἐκ μέρους #13:9 δε ¦ γαρ CT TRδὲ #13:9 γινωσκομεν ¦ γεινωσκομεν THγινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν· 10ὅταν δὲ ἔλθῃ τὸ τέλειον, #13:10 τοτε ¦ --- CTτότε τὸ ἐκ μέρους καταργηθήσεται. 11Ὅτε ἤμην νήπιος, #13:11 ως νηπιος ελαλουν … ελογιζομην ¦ ελαλουν … ελογιζομην ως νηπιος CTὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε #13:11 δε ¦ --- CTδὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. 12Βλέπομεν γὰρ ἄρτι δι᾽ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι #13:12 γινωσκω ¦ γεινωσκω THγινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. 13Νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη.
Currently Selected:
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 13: TCGNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Public Domain